41
Πᾶσαν τὴν σὺν τῇ σῇ θεοσεβείᾳ ἐν Χριστῷ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν. 84 ΤΟΙΣ ΕΝ ΚΙΛΙΚΙΑ ΕΠΙΣΚΟΠΟΙΣ. Τὰς καθ' ἡμῶν γεγενημένας συκοφαντίας μεμάθηκεν πάν τως ἡ ὑμετέρα φιλοθεΐα. Οἱ γὰρ τἀναντία τῇ ἀληθείᾳ φρο νοῦντες εἰς δύο μερίζειν ἡμᾶς υἱούς φασι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν. Λέγουσι δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ' ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὓς δεῖ τῆς ἀποστολικῆς ἐπακοῦσαι φωνῆς διαρρήδην βοώσης· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα . Καὶ πάλιν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα . Ἔδει δὲ αὐτοὺς καὶ ταῖς ∆εσποτικαῖς ἀκολουθῆσαι διδασκαλίαις. Καὶ γὰρ αὐτὸς ὁ Κύριος οὕτω φησίν· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ . Καὶ πάλιν· Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον . Καὶ ἡ παράδοσις δὲ τοῦ ἁγίου βα πτίσματος ἕνα Υἱὸν ἡμᾶς εἶναι διδάσκει, ὡς ἕνα Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα. Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν-ἐγὼ γὰρ οὐ πείθομαι-, τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν. Πρέπει γὰρ ὑμῖν, θεοφιλέστατοι, καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς κοινῆς εὐκλείας φροντίσαι, καὶ μὴ περιιδεῖν τὴν κατὰ τοῦ κοινοῦ χωροῦσαν λοιδορίαν διὰ τὴν τῶν ὀλίγων τούτων ἀνθρώπων ἀμαθίαν, ἢ φιλονεικίαν, εἴπερ τινὲς ὅλως εἰσίν, εἰ καὶ μὴ κατὰ τούτων, ὡσπεροῦν καὶ καθ' ἡμῶν, παρέθηξαν τὰς γλώσσας οἱ συκοφάνται. Καταξιοῦτε δὲ μνη μονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς. Τοῦτο γὰρ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος. 85 ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ. Κεφάλαιον τῶν ἀγαθῶν τὴν ἀγάπην ὁ θεσπέσιος προσηγό ρευσε Παῦλος, καὶ ταύτῃ τρέφεσθαι τῆς πίστεως τοὺς τρο φίμους παρεκελεύσατο. Ταύτης ἔχουσα τὸν πλοῦτον ἡ σὴ θεοσέβεια, καὶ ἅπερ ἐχρῆν εἰσηγήσατο, καὶ τὰ θυμήρη μεμή νυκε. Τί γὰρ θυμηρέστερον τοῖς φοβουμένοις τὸν Κύριον τῆς τῶν ὀρθῶν δογμάτων ὑγείας τε καὶ συμφωνίας; Εὖ ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς ἄγαν ἥσθημεν τὰ περὶ τοῦ κοινοῦ φίλου μεμαθηκότες· καὶ ὅσον πρώην ἠλγήσαμεν, ἀκούσαντες ὡς μίαν εἶναι φύσιν σαρκὸς καὶ θεότητος λέγει, καὶ ὡς ἄντικρυς τῇ ἀπαθεῖ θεότητι τὸ σωτήριον πάθος προσάπτει, οὕτως ηὐφράν θημεν τοῖς τῆς σῆς ὁσιότητος γράμμασιν ἐντυχόντες, καὶ με μαθηκότες ὡς ἀκεραίους φυλάττει τὰς τῶν φύσεων ἰδιότητας, καὶ οὔτε τὸν Θεὸν Λόγον εἰς σάρκα τετράφθαι φησίν, οὔτε τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν· ἀλλ' ἐν τῷ ἑνὶ Υἱῷ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Θεῷ Λόγῳ, ἀσυγχύτους μεμενηκέναι φησὶν τὰς ἑκατέρας φύσεως ἰδιό τητας· καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνήσαμεν ἐπὶ τῇ τῆς θείας πίστεως συμφωνίᾳ. Εἰς μέντοι Κιλικίαν ἑκατέραν γεγράφαμεν, καίτοι σαφῶς οὐκ εἰδότες, εἴπερ τινές εἰσιν ἐναντία τῇ ἀληθείᾳ φρονοῦντες, καὶ παρηγγυήσαμεν τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἰχνεῦσαι καὶ ζητῆσαι, εἴπερ ἄρα τινές εἰσιν εἰς δύο υἱοὺς διαιροῦντες τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν· καὶ ἢ