1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

42

παραινετικῶς σωφρο νίσαι, ἢ τοῦ καταλόγου χωρίσαι τῶν ἀδελφῶν. Τῷ ὄντι γὰρ ὁμοίως ἀποστρεφόμεθα καὶ τοὺς μίαν φύσιν σαρκὸς καὶ θεό τητος εἶναι λέγειν τολμῶντας, καὶ τοὺς εἰς δύο υἱοὺς μερί ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῶν ἀποσ τολικῶν ὅρων ἔξω βαίνειν ἐπιχειροῦντας. Ὅτι δὲ καὶ πρὸς εἰρήνην ἐσμὲν εὐτρεπεῖς, θαρρείτω σου ἡ ὁσιότης. Εἰ γὰρ ὁ Προφήτης φησίν· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός , πολλῷ μᾶλλον ἡμεῖς τὴν κατὰ Θεὸν εἰρή νην ἀσπαστῶς προσδεχόμεθα. Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλεξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ' ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι' ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν· καταξιωσάτω σου ἡ θεοσέβεια τὴν οἰκείαν εὔνοιαν δεῖξαι συνήθως καὶ ἀντιτάξαι τῷ ψεύδει τὴν ἀλήθειαν. 86 ΦΛΑΒΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Πολλὰς μὲν ἐν τῷ παρόντι καιρῷ, τὰ πάντα θεοφιλέστατε, τρικυμιῶν ἐδεξάμεθα προσβολάς, καὶ τὸν τοῦ παντὸς ἐπικα λεσάμενοι Κυβερνήτην, ἀντισχεῖν ἠδυνήθημεν πρὸς τὸν κλύ δωνα· τὰ δὲ νῦν καθ' ἡμῶν ἐπιχειρηθέντα πᾶσαν τραγικὴν ὑπερβαίνει διήγησιν. Νομίσαντες γὰρ σύμμαχον σχήσειν καὶ συνεργὸν εἰς τὰ κατὰ τῆς ἀποστολικῆς πίστεως τυρευόμενα, τὸν θεοφιλέστατον τῆς Ἀλεξανδρείας ἐπίσκοπον, τὸν κύριον ∆ιόσκορον, ἀπεστείλαμεν ἕνα τῶν παρ' ἡμῖν εὐλαβεστάτων πρεσβυτέρων, συνέσει κοσμούμενον, μετὰ συνοδικῶν γραμμά των, διδάξαντες αὐτοῦ τὴν θεοσέβειαν, ὡς ταῖς γεγενημέναις ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου συνθήκαις ἐμμένομεν, καὶ τήν τε παρ' αὐτοῦ γραφεῖσαν στέργομεν ἐπιστολήν, τήν τε τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Ἀθανασίου, ἣν πρὸς τὸν μακάριον Ἐπίκτητον ἔγραψεν, ἀσπασίως δεχόμεθα· καὶ πρό γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων. Καὶ παρεκαλέσαμεν τοὺς τούτοις ἐμμένειν οὐ βουλομένους ἐμμεῖναι παρασκευάσαι. Ἀλλά τις ἐντεῦθεν δραμὼν τῶν τἀναντία φρονούντων καὶ τοὺς θορύβους τούτους ἐργαζομένων, ἐξαπατήσας τῶν αὐτόθι τινάς, καὶ μυρίας καθ' ἡμῶν συκοφαντίας ὑφήνας, παρεσ κεύασεν ἀθέσμους καθ' ἡμῶν ἐκβοήσεις γενέσθαι. Ὁ δὲ θεοφιλέστατος ἐπίσκοπος ∆ιόσκορος γέγραφεν ἡμῖν ἐπιστολήν, ἣν οὐκ ἔδει γράψαι τὸν παρὰ τοῦ τῶν ὅλων Θεοῦ μεμαθηκότα ἀκοὴν ματαίαν οὐ παραδέχεσθαι. Πιστεύσας γὰρ τοῖς καθ' ἡμῶν εἰρημένοις, ὡς ἀκριβῶς τούτων ἕκαστον ἐξ ετάσας, καὶ ἐκ τῆς βασάνου μεμαθηκὼς <τ>ἀληθές, οὕτως ἡμῶν κατεψηφίσατο. Ἀλλ' ἡμεῖς γενναίως τὴν συκοφαντίαν ἠνέγ καμεν καὶ χρηστοῖς γράμμασιν ἠμειψάμεθα καὶ πεπείκαμεν αὐτοῦ τὴν θεοσέβειαν, ὡς πάντα ταῦτα ψευδῆ καὶ ὡς οὐδεὶς τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων ἐναντία τοῖς ἀποστολικοῖς φρονεῖ δόγμασιν. Ἐπείσθησαν δὲ καὶ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας καὶ οἱ ἀποσταλέντες παρ' αὐτοῦ εὐλαβέστατοι κληρικοί. Ὁ δὲ πᾶσιν ἐρρῶσθαι φράσας καὶ τοῖς συκοφαντοῦσι τὰς ἀκοὰς ἐκδοὺς πρᾶγμα πεποίηκεν οὐδαμῶς πιστευθῆναι δυνάμενον, εἰ μὴ πᾶσαν εἶχε μαρτυροῦσαν τὴν Ἐκκλησίαν. Ἠνέσχετο μὲν γὰρ τῶν ἀναθεματιζόντων ἡμᾶς· ἀναστὰς δὲ καὶ προσφωνήσας τὰς ἐκείνων φωνὰς ἐπεβε βαίωσε. Πρὸς δὲ τούτοις καί τινας τῶν θεοφιλεστάτων ἐπισ κόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλεν, ὡς ἔγνωμεν, πόλιν, αὐξῆσαι τοὺς καθ' ἡμῶν θορύβους ἐλπίζων. Ἡμεῖς δὲ πρῶτον μὲν τὸν τῶν ὅλων Ἐπόπτην πρόμαχον ἔχομεν· ὑπὲρ γὰρ τῶν θείων αὐτοῦ δογμάτων ἀγωνιζόμεθα. Ἔπειτα δὲ καὶ τὴν σὴν ἁγιωσύνην παρακαλοῦμεν τῆς πολε μουμένης πίστεως ὑπερμαχῆσαι καὶ