43
Μονογενοῦς τὸν Παράκλητον. {ΒΑΣ.} Ἄλλος οὗτος τρόπος τῆς ἀσεβείας· διπλᾶ βλασφημεῖν ἐν ἑνὶ ῥήματι, καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἐξουδένωσιν ὡς ὁμολογουμένην λαβόντα, ἐντεῦθεν ὁρμῆσαι πρὸς τὴν ἀπόδειξιν τῆς τοῦ Μονο γενοῦς ἐλαττώσεως. Καὶ, ὡς ἔοικεν, Οἱ μὲν οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· τὸ δὲ Πνεῦμα τὸ ἅγιον τὴν τῆς δόξης ἐλάττωσιν τοῦ Μονογενοῦς ἀναγγέλλει. Καὶ ὁ μὲν Κύριος περὶ τοῦ Παρακλήτου λέγων, Ἐκεῖνος ἐμὲ δοξάσει, φησίν· ἡ δὲ κατήγορος γλῶτ τα ἐμπόδιον εἶναι τῷ Υἱῷ τῆς πρὸς τὸν Πατέρα συγκρίσεως ἀποφαίνεται. Ἐπειδὴ γὰρ τοῦ Πνεύμα τος, φησὶ, ποιητὴς ὁ Υἱὸς (ἵλεως δὲ ἡμῖν, Κύριε, ἐπὶ τοῖς λαλουμένοις εἴης), τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς μηδεμίαν σεμνότητα τῷ δημιουργήσαντι προστι θέναι, διὰ τοῦτο οὐδὲ συγκρίνεσθαι τῷ Πατρὶ ἄξιος, ἐκ τῆς ὧν ἐποίησεν εὐτελείας τὸ ὁμότιμον τῆς ἀξίας ἀφῃρημένος. Ἆρα ἀκηκόατέ ποτε βλασφημίας χαλεπωτέρας; ἆρά τις οὕτω περιφανῶς εἰς τὸ ἄφυκτον κρῖμα τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίας κατέπεσε; Μον 29.652 τανοῦ ἦν μόνου τοσοῦτον μανῆναι κατὰ τοῦ Πνεύμα τος, καὶ ὀνόμασί τε αὐτὸ ταπεινοῖς καθυβρίσαι, καὶ τὴν φύσιν αὐτοῦ τοσοῦτον ἐξευτελίσαι, ὥστε ἀδοξίαν εἰπεῖν τῷ πεποιηκότι προστρίβεσθαι. Μᾶλλον δὲ κἀ κεῖνος ἔφυγεν ἂν ταπεινῶς εἰπεῖν τι περὶ τοῦ Πνεύματος, ὡς ἂν μὴ τὸν τῦφον ἑαυτοῦ καταβά λοι. Καὶ περὶ μὲν τούτου κατὰ σχολὴν ἐροῦμεν. Ἐκεῖνο δὲ τίνι τῶν πάντων ἄδηλον, ὅτι οὐδεμία ἐνέρ γεια τοῦ Υἱοῦ ἀποτετμημένη ἐστὶ τοῦ Πατρὸς, οὐδὲ ἐστί τι ἐν τοῖς οὖσι τῷ Υἱῷ ὑπάρχον, ὃ τοῦ Πατρὸς ἠλλοτρίωται; Πάντα γὰρ, φησὶ, τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Πῶς οὖν τοῦ Πνεύματος τὴν αἰτίαν τῷ Μονογενεῖ μόνῳ προστίθησι, καὶ κατηγόρημα τῆς φύσεως αὐτοῦ τὴν τούτου λαμβάνει δημι ουργίαν; Εἰ μὲν οὖν, δύο ἀρχὰς ἀντιπαρεξάγων ἀλλήλαις, ταῦτά φησι, μετὰ Μανιχαίου καὶ Μαρκίω νος συντριβήσεται· εἰ δὲ μιᾶς ἐξάπτει τὰ ὄντα, τὸ παρὰ τοῦ Υἱοῦ γεγενῆσθαι λεγόμενον πρὸς τὴν πρώ την αἰτίαν τὴν ἀναφορὰν ἔχει. Ὥστε κἂν πάντα εἰς τὸ εἶναι παρῆχθαι διὰ τοῦ Θεοῦ Λόγου πιστεύωμεν, ἀλλὰ τὸ πάντων αἴτιον εἶναι τὸν Θεὸν τῶν ὅλων οὐκ ἀφαιρούμεθα. Πῶς δὲ οὐ φανερὸν ἔχει τὸν κίν δυνον διαιρεῖν ἀπὸ τοῦ Θεοῦ τὸ Πνεῦμα; τοῦτο μὲν τοῦ Ἀποστόλου συνημμένως ἡμῖν παραδιδόντος, καὶ νῦν μὲν Χριστοῦ λέγοντος, νῦν δὲ τοῦ Θεοῦ, ἐν οἷς γράφει· Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· καὶ πάλιν· Ὑμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβετε, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· τοῦτο δὲ τοῦ Κυρίου τὸ Πνεῦμα τῆς ἀληθείας λέγοντος· ἐπειδὴ αὐτὸς ἡ ἀλήθεια, καὶ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Ἀλλ' οὗτος, εἰς καθαίρεσιν τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι στοῦ, ἀφαιρεῖ μὲν αὐτὸ τοῦ Πατρὸς, τῷ δὲ Μονογε νεῖ διαφερόντως ἐπὶ καθαιρέσει τῆς δόξης προστίθη σιν, ἐφυβρίζων, ὡς οἴεται, οὐδεμίαν ἐκδίκησιν ἐπὶ τοῖς πονηροῖς δόγμασιν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἀναμένων. 29.653 ΚΑΤ' ΕΥΝΟΜΙΟΥ ΛΟΓΟΣ Γʹ. ΠΕΡΙ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ. {ΒΑΣ.} Μόλις ποτὲ κορεσθεὶς τῶν εἰς τὸν Μονογενῆ βλασφημιῶν, ἐπὶ τὸ Πνεῦμα τὸ ἅγιον μετ ελήλυθεν, ἀκόλουθα τῇ ὅλῃ αὐτοῦ προαιρέσει καὶ περὶ τούτου διαλεγόμενος· γράφει δὲ οὕτως· {ΕΥΝ.} Ἀρκούντων δὲ ἡμῖν τοσούτων περὶ τοῦ Μονογενοῦς, ἀκόλουθον ἂν εἴη καὶ περὶ τοῦ Παρα κλήτου λοιπὸν εἰπεῖν· οὐ ταῖς ἀνεξετάστοις τῶν πολ λῶν ἀκολουθοῦντας δόξαις, τὴν δὲ τῶν ἁγίων ἐν ἅπασι φυλάσσοντας διδασκαλίαν, παρ' ὧν τρίτον αὐτὸ ἀξιώ ματι καὶ τάξει μαθόντες, τρίτον εἶναι καὶ τῇ φύσει πεπιστεύκαμεν. {ΒΑΣ.} Ὅτι μὲν γὰρ οὐκ οἴεται δεῖν τῇ ἁπλῇ