1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

43

τῶν πατηθέντων ὑπερ αγωνίσασθαι κανόνων. Ἐν ἐκείνῃ γὰρ τῇ βασιλευούσῃ πόλει συνελθόντες οἱ μακάριοι Πατέρες, συμφώνως τοῖς ἐν Νικαίᾳ συναθροισθεῖσι τὰς διοικήσεις διέκριναν, καὶ ἑκάστῃ διοικήσει τὰ ἑαυτῆς ἀπένειμαν, ἄντικρυς ἀπαγορεύσαντες ἐξ ἑτέρας τινὰς διοικήσεως ἑτέρᾳ μὴ ἐπιέναι, ἀλλὰ τὸν Ἀλεξανδρείας ἐπίσκοπον τὰ τῆς Αἰγύπτου μόνα διοικεῖν, καὶ ἑκάστην διοί κησιν τὰ οἰκεῖα. Ὁ δὲ τούτοις ἐμμένειν τοῖς ὅροις οὐ βούλεται, ἀλλ' ἄνω καὶ κάτω τοῦ μακαρίου Μάρκου τὸν θρόνον προβάλ λεται· καὶ ταῦτα σαφῶς εἰδώς, ὡς τοῦ μεγάλου Πέτρου τὸν θρόνον ἡ Ἀντιοχέων μεγαλόπολις ἔχει, ὃς καὶ τοῦ μακαρίου Μάρκου διδάσκαλος ἦν, καὶ τοῦ χοροῦ τῶν ἀποστόλων πρῶτος καὶ κορυφαῖος. Ἀλλ' ἡμεῖς τοῦ μὲν θρόνου τὸ ὕψος ἐπιστά μεθα, ἑαυτοὺς δὲ καὶ γινώσκομεν καὶ μετροῦμεν. Τὴν γὰρ ἀποστολικὴν ταπεινοφροσύνην ἄνωθεν μεμαθήκαμεν. Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως. Εἰς ταύτην γὰρ ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διὰ ταύτης τυχεῖν προσδοκῶμεν φιλανθρωπίας. Ἵνα δὲ μηδὲ τοῦτο ἀγνοήσῃ σου ἡ ὁσιότης, ἴσθι, δέσποτα, ὡς τὴν πρὸς ἡμᾶς ἔσχε μικροψυχίαν, ἐξ οὗ τοῖς παρ' ὑμῖν γεγενημένοις συνοδικοῖς ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Πρόκλου συνεθέμεθα, τοῖς τῶν ἁγίων Πατέρων κανόσιν ἀκολουθή σαντες· καὶ περὶ τούτου καὶ ἅπαξ ἡμῖν καὶ δὶς ἐνεκάλεσεν, ὡς προδεδωκόσι καὶ τῆς Ἀντιοχέων, ὡς λέγει, καὶ τῆς Ἀλεξανδρέων Ἐκκλησίας τὰ δίκαια. Τούτων μεμνημένος καὶ και ρὸν εὑρών, ὡς ὑπέλαβε, τὴν δυσμένειαν ἔδειξεν. Ἀλλὰ τῆς ἀληθείας οὐδὲν ἰσχυρότερον. Οἶδε γὰρ αὕτη καὶ δι' ὀλίγων νικᾶν. Παρακαλῶ δέ σου τὴν ἁγιότητα καὶ μνημονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς, ἵνα ἀντισχεῖν δυνη θῶμεν πρὸς τὰ διάφορα κύματα. 87 ∆ΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΠΑΜΕΙΑΣ. Ὁ μὲν τῆς φιλαδελφίας ἀπῄτει νόμος πολλὰς ἡμᾶς ἐν τῷ παρόντι καιρῷ δέξασθαι παρὰ τῆς σῆς φιλοθεΐας ἐπιστολάς. Παρεγγυᾷ γὰρ ὁ θεῖος Ἀπόστολος κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων . Ἐδεξάμην δὲ οὐδε μίαν, καίτοι παραγενομένων ἔναγχος πρὸς ἡμᾶς τῶν τε θεοσεβεστάτων μοναζόντων τῆς ὑμετέρας μονῆς, καὶ τοῦ θεο σεβεστάτου Ἡλίου τοῦ πρεσβυτέρου. Ἐγὼ δὲ γράφω καὶ προσφθέγγομαί σου τὴν ὁσιότητα καὶ γνωρίζω ὡς ἤρκεσεν ἡμῖν ἀντὶ πάντων ἡ τοῦ ∆εσπότου ψυχαγωγία. Τῷ ὄντι γάρ, οὐδ' εἰ ἰσάριθμα τῶν ἡμετέρων τριχῶν σχοίημεν στόματα, ὑμνῆσαι αὐτὸν ἀξίως ἰσχύομεν, διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν τῆς δοκούσης ἀτιμίας ἀξιωθέντες, ἣν πάσης τιμῆς σεβασμιω τέραν ἡγούμεθα. Εἰ δὲ καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκῆ σαι κατακριθείημεν, πλέον αὐτὸν ἀνυμνήσομεν, ὅσῳ μειζόνων ἀγαθῶν ἀξιούμεθα. Εὐξάσθω δὲ ὅμως ἡ ὁσιότης σου καὶ αἰτη σάτω ταῖς ἁγίαις Ἐκκλησίαις γαλήνην. Τῆς γὰρ τούτων ἕνεκα ζάλης καὶ ἡμεῖς θρηνοῦμεν καὶ στένομεν καὶ ὀλοφυρόμεθα. Καὶ γὰρ ἐξέωσαν, ὡς ἔγνωμεν, ταύτην οἱ ἀπὸ Ὀσροηνῆς κληρικοί, μυρία πάντων ἡμῶν καταχέαντες, καίτοι ὁμοῦ οὐδὲ συνδικάσαντος, οὐδὲ τῆς ἐπ' αὐτοῖς κοινωνήσαντος ψήφου, ἀλλά, ὡς οἶδέ σου ἡ ὁσιότης, καὶ τὴν κοινωνίαν αὐτοῖς δοθῆναι τὸ Πάσχα παρακαλέσαντος. Ἀλλὰ ῥᾴδιον τοῖς συκοφάνταις λέγειν ἃ βούλονται. Ἡμᾶς δὲ ὁ τοῦ ∆εσπότου παραμυθεῖται μακαρισμός. Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδί σωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ, ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς . 88 ΤΑΥΡΩ ΠΑΤΡΙΚΙΩ.