46
Ὥστε καὶ ἡ τοῦ παρακλήτου προσηγορία οὐ μικρὸν πρὸς ἀπόδειξιν τῆς δόξης τοῦ ἁγίου Πνεύματος συντελεῖ. Καὶ τὰ μὲν ὀνόματα τοιαῦτα τοῦ μεγαλείου τῆς φύσεως ἐνδεικτικά· αἱ δὲ ἐνέργειαι τοῦ ἁγίου Πνεύ ματος οἷαι; Τῷ λόγῳ τοῦ Κυρίου, φησὶν, ἱ οὐ ρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στό ματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ὡς τοίνυν ὁ Θεὸς Λόγος δημιουργός ἐστι τῶν οὐρανῶν, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον τὸ στερεὸν καὶ πάγιον τῆς ἀρε τῆς παρέχεται ταῖς οὐρανίαις δυνάμεσι. Καὶ πά λιν ὁ Ἰώβ· Πνεῦμα Κυρίου τὸ ποιῆσάν με· οὐκ ἐπὶ τῆς δημιουργίας, ὡς οἶμαι, ἀλλ' ἐπὶ τῆς κατὰ τὴν ἀνθρωπείαν ἀρετὴν τελειώσεως λέγων. Ὁ δὲ Ἡσαΐας ἐκ προσώπου Κυρίου διαλεγόμενος, κατὰ τὸ ἀνθρώπινον αὐτοῦ δηλονότι, Κύριος ἀπέσταλκέ με, φησὶ, καὶ τὸ Πνεῦμα αὐτοῦ. Καὶ πάλιν ὁ ψαλμὸς, δι' ὅλων κεχωρηκέναι δύναμιν τοῦ Πνεύματος παρ ιστὰς, Ποῦ πορευθῶ, φησὶ, καὶ ἀπὸ τοῦ Πνεύ ματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύ γω; Αἱ δὲ εἰς ἡμᾶς ἀπ' αὐτοῦ φθάνουσαι εὐεργεσίαι ὁποῖαί τινές εἰσι καὶ ἡλίκαι; Ὥσπερ αὐτὸς ὁ Κύριος 29.664 ἔδωκεν ἐξουσίαν τοῖς δεξαμένοις αὐτὸν τέκνα Θεοῦ γενέσθαι, οὕτω καὶ τὸ Πνεῦμα ἅγιον Πνεῦμα υἱοθεσίας ἐστί. Καὶ ὥσπερ διδάσκαλός ἐστιν ἀληθινὸς ὁ Κύριος ἡμῶν κατὰ τὸ εἰρημένον· Ὑμεῖς δὲ μὴ καλέσατε διδάσκαλον ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γὰρ καθηγητὴς ὑμῶν ἐστιν ὁ Χριστός· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον διδάσκειν πάντας τοὺς εἰς τὸ ὄνομα τοῦ Κυρίου πεπιστευκότας, ὑπ' αὐτοῦ τοῦ Κυρίου μεμαρτύρηται, εἰπόντος· Ὁ δὲ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ Πατὴρ, ἐκεῖνος ὑμᾶς διδάξει πάντα. Καὶ ὥσπερ διαιρεῖν τὰ ἐνεργήματα εἰς τοὺς ἀξίους τῆς ὑποδοχῆς τῶν ἐνεργημάτων ὁ Πατὴρ λέγεται, καὶ διαιρεῖν τὰς δια κονίας ὁ Υἱὸς ἐν τοῖς τῆς διακονίας ἀξιώμασιν· οὕτω διαιρεῖν καὶ τὰ χαρίσματα τὸ Πνεῦμα τὸ ἅγιον εἰς τοὺς ἀξίους τῆς τῶν χαρισμάτων ὑποδοχῆς μαρτυ ρεῖται. ∆ιαιρέσεις γὰρ χαρισμάτων εἰσὶν, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεός ἐστιν ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν. Ὁρᾷς πῶς καὶ ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια συντεταγμένη ἐστὶ τῇ Πατρὸς καὶ Υἱοῦ ἐνεργείᾳ; Εἶτα καὶ ἐκ τοῦ ἐπ αγομένου μειζόνως τὸ θεῖον τῆς φύσεως τοῦ ἁγίου Πνεύματος φανεροῦται. Τί γάρ φησι; Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαι ροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται. Οὐδὲν ἕτερον ἢ αὐθεντικὴν καὶ δεσποτικὴν ἐξουσίαν αὐτῷ μαρτυ ρεῖ. ∆ιόπερ ἐν τῇ Καινῇ ∆ιαθήκῃ οἱ προφῆται κεκράγασι· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ δὲ ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ, πόθεν τῷ Πνεύματι πρόσ εστιν; Ὥσπερ, φησὶν, οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὡς γὰρ οὐδεὶς ἀλλό τριος οὐδὲ ξένος τοὺς ἔνδον λογισμοὺς ἐποπτεύειν δύ ναται τῆς ψυχῆς, οὕτω δηλονότι, καὶ εἴ τι τῶν ἀποῤ ῥήτων κοινωνεῖ τῷ Θεῷ, οὐκ ἀλλότριον αὐτοῦ, οὐδὲ ξένον, διερευνᾷν τὰ βάθη τῶν κριμάτων τοῦ Θεοῦ δύναται. Εἶτα καὶ ἡ ζωὴ ἡμῖν ἀπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι χορηγεῖται. Ζωοποιεῖ μὲν 29.665 γὰρ ὁ Θεὸς, ὥς φησι Παῦλος· Παραγγέλλω σοι ἐν ώπιον τοῦ Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα· ζωὴν δὲ δίδωσιν ὁ Χριστός· Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσι, καὶ ἐγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς. Ζωοποιούμεθα δὲ διὰ Πνεύ ματος, ὥς φησι Παῦλος· Ὁ ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ἀλλ' ὁ πάντα τολμηρὸς οὗτος, καὶ μὴ ὑποπτήσ σων τὸν ἐπηρτημένον κίνδυνον τοῖς τολμῶσι βλάσφημόν τι ῥῆμα εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀποῤ ῥῖψαι, ἀμέτοχον αὐτὸ θεότητος ἀποφαίνεται, γράφων οὕτω περὶ τοῦ Πνεύματος· {ΕΥΝ.} Τρίτον τάξει καὶ φύσει, προστάγματι μὲν τοῦ Πατρὸς, ἐνεργείᾳ δὲ τοῦ Υἱοῦ γενόμενον, τρίτῃ χώρᾳ τιμώμενον, ὡς πρῶτον καὶ μεῖζον ἁπάν των, καὶ μόνον τοιοῦτον τοῦ Μονογενοῦς ποίημα, θεότητος καὶ δημιουργικῆς δυνάμεως ἀπολειπόμενον. {ΒΑΣ.} Ὁ δὲ τοῦτο λέγων ἔοικε μηδὲ τὴν