1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

46

93 ΣΕΝΑΤΩΡΙΩ ΠΑΤΡΙΚΙΩ. Καὶ διὰ τῶν θεοφιλεστάτων καὶ ὁσιωτάτων ἐπισκόπων προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἧς τὴν μνήμην ἄσβεστον περιφέρω. Καταλαβεῖν δὲ αὐτοὺς τὴν βασιλίδα παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἐπίσκοπος ὁ κύριος ∆όμνος, ἵνα τὸ καθ' ἡμῶν συντεθὲν διαλύσωσι ψεῦδος. Προφανῆ γάρ τινες καθ' ἡμῶν συκοφαντίαν ἐξύφηναν, καὶ ζάλης τὰς Ἐκκλησίας ἐνέπλησαν, ὑπὲρ ὧν ὁ ∆εσπότης Χριστὸς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ὑπὲρ ὧν ὁ τῶν θείων ἀποστόλων χορὸς καὶ τῶν νικηφόρων μαρτύρων οἱ δῆμοι ταῖς παντοδαπαῖς τοῦ θανάτου παρεδόθησαν ἰδέαις. Ὑπὲρ τῆς τούτων εἰρήνης τὴν ὑμετέραν ἀγωνίσασθαι μεγαλοφυΐαν παρακαλῶ. Ῥᾴδιον μὲν γὰρ ἦν τῷ τῶν ὅλων Θεῷ νεῦσαι καὶ λῦσαι τὰ σκυθρωπά· ἀλλ' ἀναβάλλεται καὶ τῶν πολεμουμένων τὴν ἀνδρείαν ἐπιδεικνὺς καὶ ὑμῖν ἀφορμὰς εἰς ὠφέλειαν παρέχων. 94 ΠΡΩΤΟΓΕΝΕΙ ΥΠΑΡΧΩ. Πάλαι μὲν δέδωκεν ὑμῖν ὁ φιλάνθρωπος ∆εσπότης δύναμιν ἀρκοῦσαν ὑπουργῆσαι τῇ γνώμῃ. Ηὔξησε δὲ ταύτην ἐπὶ τοῦ παρόντος, ἵνα ῥᾷον καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερμαχήσῃ τὸ ὑμέτερον μέγεθος καὶ καταλύσῃ τὸ ψεῦδος καὶ ταῖς Ἐκκλησίαις τὴν ποθουμένην πρυτανεύσῃ γαλήνην. Ὁπόσης γὰρ ἐνεπλήσθησαν ζάλης τῆς ἑῴας αἱ Ἐκκλησίαι, παρὰ πολλῶν μὲν καὶ ἄλλων ἡ ὑμετέρα μεγαλοφυΐα μεμάθηκεν, ἀκριβέστερον δὲ παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων μαθήσῃ, οἳ τῆς μακρᾶς ταύτης ἀποδημίας ἐν ὥρᾳ χειμῶνος τούτου χάριν ἠνέσχοντο, μετὰ τὴν θείαν χάριν τῇ τῆς ὑμετέρας ἐξουσίας προμηθείᾳ θαρροῦντες. Λύσατε τοίνυν ἡμῖν, ὦ φιλόχριστοι, τὸν χειμῶνα καὶ τὴν σκοτομήνην εἰς αἰθρίαν καθαρὰν μεταβάλετε, καὶ τὰς καθ' ἡμῶν κινηθείσας χαλινώσατε γλώττας. Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν. Καὶ τούτων μάρτυρες οἱ παρ' ἡμῶν κατηχούμενοι, οἱ παρ' ἡμῶν βαπτιζόμενοι, οἱ τῶν ἐν ταῖς ἐκκλησίαις διαλέξεων ἐπαίοντες. Εἰ δὲ κατηγορεῖν ἐννόμως ἐθέλουσι, χρὴ παρόντας ἐλέγχειν, οὐκ ἀπόντας συκοφαντεῖν. Οὕτω γὰρ καὶ τοῖς ἄλλοις ἡ ὑμετέρα μεγαλοφυΐα δικάζουσα πράγμασιν ἐκφέρει τὰς ψήφους, ἐκ τῶν τῆς κατηγορίας καὶ ἀπολογίας λόγων συνορῶσα τὸ δίκαιον. 95 ΑΝΤΙΟΧΩ ΥΠΑΡΧΩ. Τῆς μεγίστης ἀρχῆς τὰς μὲν φροντίδας ἀπέθεσθε, τὸ δὲ κλέος ὑμῶν παρὰ πᾶσιν ἀνθεῖ. Οἱ γὰρ τὰς ὑμετέρας εὐεργεσίας τρυγήσαντες ᾄδουσι ταύτας ἐνδελεχῶς-πλεῖστοι δὲ οὗτοι καὶ πανταχοῦ, καὶ πολλοῖς τὰς εὐφημίας προσφέροντες, καὶ τὰς ἐκείνων γλώττας πάλιν εἰς ἐπαίνους κινοῦντες. Ἐγὼ δὲ γάννυμαι, θεωρῶν τὸν ἀξιέραστον καρπόν, τὴν πολυθρύλητον ὡραίζοντα ῥίζαν. Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης. Πολλοῦ γὰρ ταύτας χειμῶνος ἐνέπλησαν οἱ τὰς καθ' ἡμῶν συκοφαντίας ὑφήναντες. ∆ιά τοι τοῦτο καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ μακρᾶς ὁδοιπορίας καὶ ἀσθενείας καὶ γήρως καταφρονήσαντες καὶ τὰ σφέτερα ποίμνια καταλιπόντες ἀποίμαντα, τὴν μακρὰν ταύτην πορείαν ἐστείλαντο, διελέγξαι τὸ κατὰ πάντων ἡμῶν συντεθὲν ἐπειγόμενοι ψεῦδος. Ἐπαμυνάτω τοίνυν αὐτοῖς τὸ ὑμέτερον μέγεθος καὶ τῆς συκοφαντουμένης ἑῴας κηδόμενον καὶ τῆς ἀποστολικῆς προμηθούμενον πίστεως. Πρέπει γὰρ ὑμῖν τοῖς ἄλλοις κατορθώμασι καὶ τόδε προσθεῖναι τὸ κλέος.