1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

47

θεότητα πεπιστευκέναι ἐν ἡμῖν οἰκεῖν, τοῦ Ἰωάννου λέ γοντος περὶ Θεοῦ· Ἐκ τούτου γινώσκομεν, ὅτι ἐν ἡμῖν ἐστιν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκε· καὶ τοῦ Ἀποστόλου· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; καὶ πάλιν· Ἐν ᾧ ἡ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Εἰ τοίνυν ἐν ἡμῖν ὁ Θεὸς ἐνοικεῖν λέγεται διὰ τοῦ Πνεύματος, πῶς οὐχὶ φανερᾶς ἀσεβείας ἐστὶν αὐτὸ τὸ Πνεῦμα λέγειν ἀμέτοχον τῆς θεότητος; Καὶ, εἰ θεοὺς ὀνομάζομεν τοὺς κατ' ἀρετὴν τελείους, ἡ δὲ τελείωσις διὰ τοῦ Πνεύματος, πῶς τὸ ἑτέρους θεο ποιοῦν αὐτὸ τῆς θεότητος ἀπολείπεται; Ἀλλὰ μὴν οὐδὲ εὐσεβὲς, ὥσπερ ἐπὶ τῶν ἀνθρώπων, οὕτω καὶ ἐπὶ τοῦ Πνεύματος, μεθεκτὴν λέγειν αὐτοῦ τὴν θεό τητα τετιμῆσθαι, καὶ οὐχὶ φύσει αὐτῷ συνυπάρ χειν. Ὁ γὰρ χάριτι θεοποιούμενος τῆς μεταπτωτῆς ἐστι φύσεως, ἐξ ἀπροσεξίας ποτὲ καὶ ἀποῤῥεούσης τοῦ κρείττονος. Τοῦτο δὲ σαφῶς μάχεται τῇ παρα δόσει τοῦ σωτηρίου βαπτίσματος. Πορευθέντες, φησὶ, βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Ἔστι γὰρ τὸ βά πτισμα σφραγὶς τῆς πίστεως, ἡ δὲ πίστις θεότητος συγκατάθεσις. Πιστεῦσαι γὰρ δεῖ πρότερον, εἶτα τῷ βαπτίσματι ἐπισφραγίσασθαι. Τὸ δὲ βάπτισμα ἡμῶν ἐστι κατὰ τὴν τοῦ Κυρίου παράδοσιν, εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος· οὐδενὸς κτίσματος, οὐδὲ δούλου Πατρὶ καὶ Υἱῷ συντεταγμέ νου, ὡς τῆς θεότητος ἐν Τριάδι συμπληρουμένης. Τὸ δὲ ἔξω τούτων ὁμόδουλον ἅπαν ἐστὶ, κἂν τὰ μάλιστα ὑπερβολαῖς ἀξιωμάτων ἄλλα ἄλλων προτετιμημένα τυγχάνῃ. Καὶ μή μοι πάλιν τὰ σοφὰ ταῦτα· {ΕΥΝ.} Ἐὰν μὴ κτίσμα ἐστὶν, οὐκοῦν γέννημα, ἢ 29.668 ἀγέννητον. Εἷς δὲ ἄναρχος Θεὸς καὶ ἀγέννητος. Οὔτε μὴν γέννημα. Λείπεται οὖν κτίσμα καὶ ποίημα αὐτὸ ὀνομάζεσθαι. {ΒΑΣ.} Ἐγὼ δὲ, εἰ μὲν πάντα διωριζόμην κατα ληπτὰ ἡμῶν εἶναι τῇ γνώσει, ᾐσχύνθην ἂν ἴσως ὁμο λογῆσαι τὴν ἄγνοιαν· νῦν δὲ μυρία οὐ τῶν ἐν τῷ μέλλοντι αἰῶνι ἀποκειμένων ἡμῖν μόνον, οὔτε τῶν νῦν ὄντων ἐν τοῖς οὐρανοῖς ἀποκέκρυπται, ἀλλ' οὔτε τῶν ὑπαρχόντων ἡμῖν ἐν τῷ σώματι τρανὴ καὶ ἀναν τίῤῥητός ἐστιν ἡ κατάληψις. Οἷον ἀμέλει περὶ τῆς ὄψεως, πότερον εἰσδεχόμενοι τὰς εἰκόνας τῶν ὁρατῶν, οὕτω τὰς ἀντιλήψεις ποιούμεθα· καὶ πῶς ὀρῶν τε παμμεγεθῶν, γῆς τε ἀπλέτου, καὶ ἀπείρου θαλάσσης, ἔτι δὲ καὶ αὐτοῦ τοῦ οὐρανοῦ ἡ εἰκὼν τῷ βραχεῖ μέτρῳ τῆς κόρης ἡμῶν περιέχεται· ἢ ἐκπέμποντές τι παρ' ἑαυτῶν, καὶ προσπελάζοντος τούτου τοῖς ὁρατοῖς, οὕτως αὐτῶν τὴν αἴσθησιν ἔχομεν, καὶ τί ἐστι τοῦτο καὶ πόσον, ὥστε γῇ καὶ θαλάσσῃ ἐξαρκεῖν ἐφαπλούμενον, καὶ περᾷν μὲν τὸν μεταξὺ γῆς καὶ οὐρανοῦ τόπον, αὐτῷ τε προσβάλλειν τῷ οὐρανῷ το σούτῳ τάχει κινούμενον, ὥστε ἐν ἴσῳ χρόνῳ τό τε πε ρικείμενον σῶμα, καὶ τοὺς ἐν οὐρανῷ ἀστέρας κα ταμανθάνεσθαι. Καὶ τί δεῖ τἄλλα λέγειν; Ἀλλὰ αὐτὰ τὰ τοῦ νοῦ κινήματα, πότερον κτίζειν ἢ γεν νᾷν πέφυκεν ἡ ψυχὴ, τίς ἂν ἀκριβῶς εἴποι; Τί οὖν θαυμαστὸν καὶ περὶ τοῦ ἁγίου Πνεύματος ἀνεπαι σχύντως ἡμᾶς τὴν ἄγνοιαν ὁμολογεῖν; τὴν μέντοι ἀναντιῤῥήτως αὐτῷ προσμαρτυρουμένην δοξολογίαν ἀποδιδόναι; Ὅτι μὲν γὰρ ὑπὲρ τὴν κτίσιν ἐστὶν, ἱκανῶς ἡμῖν παρίστησι τὰ διὰ τῶν Γραφῶν παραδι δόμενα, ἐπειδή γε ἀδύνατον τῆς αὐτῆς εἶναι φύσεως τό τε ἁγιάζον καὶ τὰ ἁγιαζόμενα, τὸ διδά σκον καὶ τὰ διδασκόμενα, τὸ ἀποκαλύπτον καὶ τὰ τῆς ἀποκαλύψεως προσδεόμενα. Ἀγέννητον δὲ οὐδεὶς οὕτως ἔξω παντελῶς ἐστι τοῦ φρονεῖν, ὥστε τολμῆ σαι ἕτερον πλὴν τοῦ Θεοῦ τῶν ὅλων προσαγορεῦσαι, ἀλλὰ μὴν οὐδὲ Υἱὸν, τῷ ἕνα εἶναι τὸν Μονογενῆ. Τί οὖν αὐτὸ χρὴ καλεῖν; Πνεῦμα ἅγιον, καὶ Πνεῦμα Θεοῦ, καὶ Πνεῦμα ἀληθείας, ἀποστελλόμενον παρὰ Θεοῦ, διὰ Υἱοῦ χορηγούμενον, οὐ δοῦλον, ἀλλ' ἅγιον, ἀγαθὸν, ἡγεμονικόν· Πνεῦμα ζωοποιοῦν, Πνεῦμα υἱοθεσίας, ἐπιστάμενον πάντα τὰ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐν τῇ Τριάδι ὁ τῆς μονάδος διασωθήσεται λόγος, ἕνα μὲν Πατέρα ὁμολογούντων, καὶ ἕνα Υἱὸν, καὶ ἓν