47
ΝΟΜΩ ΠΑΤΡΙΚΙΩ. ∆ὶς μὲν ἤδη γράψας, οἶμαι δ' ὅτι καὶ τρίς, ἀντιγράφων οὐκ ἔτυχον· καὶ σιγῆσαι λοιπὸν βουληθεὶς καὶ νῦν γοῦν ἐμαυτόν τε γνῶναι καὶ τῶν ἐξουσιῶν τὸ μέγεθος ἐπιγνῶναι, ἄμεινον ᾠήθην αὖθις γράψαι καὶ παρακαλέσαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς. Τῷ ὄντι γὰρ οὐκ οἶδά τι πλημμελήσας εἰς τὴν ὑμετέ ραν μεγαλοπρέπειαν. Ἐπειδὴ δὲ οὐ μόνον ἑκόντες, ἀλλὰ καὶ ἄκοντες πταίομεν καὶ ἀγνοοῦμεν ἔστιν ὅτε ἃ πλημμελοῦμεν, ἡ ὑμετέρα μεγαλοφυΐα, τῶν θείων νόμων ἀναμνησθεῖσα, οἳ διαρρήδην παρεγγυῶσιν· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σέ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ μόνον καὶ αὐτοῦ , δήλην μοι τῆς λύπης ποιῆσαι καταξιωσάτω τὴν ἀφορμήν, ἵνα ἢ ἀθῷον ἐμαυτὸν ἐπιδείξω ἢ γνοὺς τὸ πλημμέλημα συγγνώμην αἰτήσω. Ἐλπίζω δὲ τὸ πρότερον ἔσεσθαι, τῇ τοῦ συνειδότος μαρτυρίᾳ θαρρῶν. Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυΐαν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων· Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παρ οργισμῷ ὑμῶν · καὶ τῶν Ὁμηρικῶν μεμνημένους ἐπῶν· Σὺ δέ, μεγαλήτορα θυμὸν Ἴσχειν ἐνὶ στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων. Ταῦτα δὲ οὐ διδάσκων ἔφην, ἀλλ' ἀναμιμνῄσκων ἐν πολλοῖς οὖσαν τὴν ὑμετέραν μεγαλοπρέπειαν· καὶ μέντοι καὶ τῶν τοῦ Κυρίου μεμνημένος νόμων, οἳ ταῦτα διαγορεύουσιν· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀ κεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστη ρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν προσφέρεις τὸ δῶρόν σου . Τού τοις ἑπόμενος, ἀναγκαῖον ᾠήθην καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσειπεῖν ὑμῶν τὸ μέγεθος, καὶ παρακαλέσαι φροντίσαι τῆς τῶν Ἐκκλησιῶν γαλήνης. Παμπόλλης γὰρ ἐνεπλήσθησαν ζάλης. 97 ΣΠΟΡΑΚΙΩ ΚΟΜΗΤΙ. Ἐψυχαγώγησέ με τῆς ὑμετέρας μεγαλοπρεπείας τὰ γράμ ματα· ηὔξησε δέ μου τὴν θυμηδίαν καὶ ὁ θεοφιλέστατος πρεσ βύτερος καὶ μονάζων Ἰάμβλιχος, τὸν θερμὸν ὑμῶν διηγησά μενος ζῆλον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν, καὶ τὴν περὶ ἡμᾶς γνησίαν διάθεσιν. Ἐγὼ δὲ καὶ ταῦτα μαθὼν καὶ τοῦ ἐνδοξοτάτου καὶ φιλοχρίστου τοῦ κυρίου τοῦ πατρικίου τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας ἀκούων, τὴν ἀποστολικὴν ὑμῖν εὐλογίαν προσφέρω, ἣν ὁ μακάριος Ὀνησιφόρος ἐκ τῆς ἁγίας ἐκεί νης ἐκαρπώσατο γλώσσης· ∆ῴη ἔλεος Κύριος -τῷ ὑμε τέρῳ οἴκῳ-, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη· δῴη ὑμῖν ὁ Κύριος ἔλεος εὑρεῖν παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ . Ταῦτα ὑμῖν ἐπεύχομαι, κἂν μείζοσιν οἱ τῆς ἀληθείας ἐχθροὶ περιβάλωσί με λυπηροῖς, ὡς νομίζουσιν. Εἰς γὰρ τὴν πρόθεσιν ἀφορᾶν ἐδιδάχθημεν. Καὶ τοῦτο δὲ ἴστω ὑμῶν τὸ μέγεθος, ὡς μετὰ τῆς εὐσεβείας καὶ ὁ θάνατος ἡμῖν ἥδιστος καὶ αἱ τῆς οἰκουμένης ἐσχατιαί. Ἀνιᾷ δὲ ὅμως ἡμᾶς τῶν Ἐκκλησιῶν ὁ χειμών, ὃν δυνατὸς λῦσαι τῶν ὅλων ὁ Κύριος. 98 ΠΑΓΧΑΡΙΩ. Ἡμεῖς μὲν ἀνιώμεθα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα βλέ ποντες· ὁ δὲ τούτων ∆εσπότης καὶ κυβερνήτης ἀεὶ διὰ τρικυ μιῶν ἔδειξε τοῖς ἀνθρώποις τὴν οἰκείαν σοφίαν καὶ δύναμιν. Ἐξαίφνης γὰρ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τὴν γαλήνην ἐργά ζεται· τοῦτο δὲ καὶ ἐπὶ τοῦ σκάφους τῶν ἀποστόλων πεποίη κεν. Ἀλλ' ὅμως καὶ ταύτην τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν ἐπιστάμενοι καὶ τὰς ἄλλας αὐτοῦ πάλιν οἰκονομίας εἰδότες, κἄν τι τῶν ἐναντίων ἐκβῇ, χάριν ὁμολογοῦμεν καὶ ὡς θεόσδοτον δεχόμεθα δῶρον. Τῶν γὰρ παρόντων καταφρονεῖν, τὰ δὲ προσ δοκώμενα προσμένειν ἐδιδάχθημεν