1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

48

ἀγαθά. Τὴν δὲ σὴν μεγαλο πρέπειαν τὴν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως εἰσενεγκεῖν προσήκει σπουδήν, ἵνα τὴν ὑπὲρ ταύτης ἀντίδοσιν παρὰ Θεοῦ τῶν ὅλων κομίσηται. 99 ΚΛΑΥ∆ΙΑΝΩ ΑΝΤΙΓΡΑΦΕΙ. Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές. Πολλάκις γὰρ ἡμῶν ἐν ἐκκλησίᾳ διαλεγομένων ἀκήκοεν, καὶ τὸν ἕνα Κύριον Ἰησοῦν κηρυττόντων, καὶ δεικ νύντων τά τε τῆς θεότητος, τά τε τῆς ἀνθρωπότητος ἴδια. Οὐ γὰρ εἰς δύο υἱοὺς τὸν ἕνα διαιροῦμεν, ἀλλ' ἕνα Μονογενῆ προσκυνοῦντες, σαρκὸς καὶ θεότητος δείκνυμεν τὸ διάφορον. Τοῦτο δέ, ὡς οἶμαι, καὶ οἱ τὰ Ἀρείου φρονοῦντες ὁμολογοῦσι, καὶ οὐ καλοῦσι τὴν σάρκα θεότητα, οὔτε μὴν τὴν θεότητα σάρκα προσαγορεύουσι. Σαφῶς γὰρ ἡμᾶς ἡ θεία Γραφὴ καὶ ταύτην κἀκείνην διδάσκει τὴν φύσιν. Ἀλλ' ὅμως, τούτων οὕτω παρ' ἡμῶν εἰρημένων ἀεί, ψευδεῖς τινες καθ' ἡμῶν ὑφαίνουσι λόγους. Ἡμεῖς δὲ τῷ συνειδότι θαρροῦντες καὶ μάρτυρα τῆς διδασκαλίας ἔχοντες τῶν ἐννοιῶν τὸν Ἐπόπτην, ἱστὸν ἀρά χνης, κατὰ τὸν Προφήτην, ὑπολαμβάνομεν τὰ τῆς συκοφαν τίας ὑφάσματα. Ἐκεῖνο γὰρ προσμένομεν τὸ κριτήριον, τὸ μὴ δεόμενον λόγων, ἀλλὰ δῆλα ποιοῦν τὰ τέως λανθάνοντα. Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, προὔργου νομίσας προσειπεῖν τὴν σὴν δι' αὐτῶν μεγαλοπρέπειαν καὶ τῆς ὑποσχέσεως ἀναμνῆσαι. Οὐδὲ γὰρ πολεμούμενος τοῦ θηρεύειν ἀπέχομαι. Οἶδα γὰρ καὶ τοὺς ἱεροὺς ἀποστόλους μετὰ τοῦ βάλλεσθαι τῇ πνευματικῇ σαγήνῃ χρησαμένους ἀεί. 100 ΑΛΕΞΑΝ∆ΡΑ. Ἐδεξάμην πρώην τῆς ὑμετέρας σεμνοπρεπείας τὰ γράμ ματα, καὶ μαθὼν τὴν γεγενημένην ὑμῖν ὑπὲρ ἡμῶν σπουδήν, χάριν ὡμολόγησα, καὶ τὸν τῶν ὅλων ∆εσπότην ἱκέτευσα καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι καὶ ταῖς προσθήκαις αὐξῆσαι καὶ τῶν μελλόντων καὶ αἰωνίων χαρίσασθαι τὴν ἀπόλαυσιν. Πιστεύομεν δὲ αὐτὸν καὶ τῶν περιωρισμένων ἀκούειν, μᾶλλον δὲ πολλῷ πλέον τούτων, ἐπειδὴ διὰ τὴν θείαν αὐτοῦ διδασκα λίαν τὴν δοκοῦσαν ὑπομένουσιν αἰτίαν. Ταῦτα διὰ τῶν θεοφι λεστάτων ἐπισκόπων γράφω, παρακαλῶν τῆς ὑμετέρας αὐτοὺς ἀπολαῦσαι κηδεμονίας. Τῆς γὰρ εὐαγγελικῆς ἕνεκα πίστεως καὶ τῆς τῶν Ἐκκλησιῶν χάριν εἰρήνης τὴν μακρὰν ταύτην ἀποδημίαν εἵλοντο. 101 ΚΕΛΕΡΙΝΗ ∆ΙΑΚΟΝΩ. Ἐξήφθη πάλιν ὁ καθ' ἡμῶν πόλεμος καὶ σμικρὸν ἐνδοὺς ὁ τῶν ἀνθρώπων ἀλάστωρ πάλιν ὥπλικεν καθ' ἡμῶν τοὺς τῷ ψεύδει συντεθραμμένους. Οἳ προφανῶς ἡμᾶς συκοφαντοῦντες εἰς δύο λέγουσι μερίζειν ἡμᾶς υἱοὺς τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Ἡμεῖς δὲ θεότητος μὲν καὶ ἀνθρωπότητος τὸ διάφορον ἐπιστάμεθα· ἕνα δὲ ὁμολογοῦμεν Υἱόν, τὸν ἐναν θρωπήσαντα Θεὸν Λόγον. Καὶ αὐτὸν εἶναί φαμεν Θεὸν προαιώ νιον καὶ ἄνθρωπον ἐπ' ἐσχάτου τῶν ἡμερῶν γενόμενον οὐ τῇ τροπῇ τῆς θεότητος, ἀλλὰ τῇ προσλήψει τῆς ἀνθρωπότητος. Ἀλλὰ γὰρ περιττὸν ποιῶ τὴν σὴν διδάσκων φιλοθεΐαν ἅπερ φρονῶ, τὴν ἀκριβῶς εἰδυῖαν ἅπερ κηρύττομεν καὶ τοὺς ἀγνοοῦν τας διδάσκομεν. Παρακαλῶ τοίνυν, ἐπειδὴ πάντων ὁμοῦ τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων κατέχεαν τὴν λοι δορίαν οἱ τοῦ ψεύδους ἐργάται καὶ τὰς Ἐκκλησίας ζάλης ἐνέπλησαν, τὴν δυνατὴν ὑπὲρ τῶν εὐαγγελικῶν δογμάτων καὶ τῆς τῶν Ἐκκλησιῶν εἰρήνης εἰσενεγκεῖν σπουδὴν τὴν σὴν θεοσέβειαν. ∆ιὰ γὰρ δὴ ταῦτα καὶ