1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

49

οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ τὰς ὑπ' αὐτῶν ποιμαινομένας κατέλιπον Ἐκκλησίας καὶ τῆς τοῦ χειμῶνος κατεφρόνησαν ὥρας καὶ τῶν τῆς ὁδοιπο ρίας ἠνέσχοντο πόνων, ἵνα τὸν ἐπαναστάντα καταπαύσωσι χειμῶνα. Οὓς εὖ οἶδ' ὅτι ὄψεταί σου ἡ κατὰ Θεὸν τελειότης εὐσεβείας προμάχους καὶ τῶν Ἐκκλησιῶν κυβερνήτας. 102 ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ. Τὸ μὲν τοὺς ἀγνοοῦντας ἡμᾶς σιγῇ τῶν καθ' ἡμῶν ἀκούειν λοιδοριῶν, οὐδὲν ἀπεικός· τὸ δὲ τὴν σὴν ὁσιότητα τῶν λοιδο ρουμένων μὴ διελέγχειν τὸ ψεῦδος ἢ μετρίως τοῦτο ποιεῖν καὶ μὴ λίαν ἐκθύμως, οὐκ ἄν τις πιστεύσοι, τὴν ἡμετέραν συνή θειαν ἐπιστάμενος. Οὐκ ἐπειδὴ τῆς ἀληθείας δεῖ τὴν φιλίαν προκρίνειν, ἀλλ' ὅτι τῇ φιλίᾳ καὶ ἡ τῆς ἀληθείας πρόσεστι μαρτυρία. Καὶ γὰρ ἐπ' ἐκκλησίας λεγόντων ἡμῶν πολλάκις ἀκήκοεν ἡ σὴ θεοσέβεια, καὶ ἐν συλλόγοις ἑτέροις δογματικῶν ἡμῖν κινηθέντων λόγων, τοὺς παρ' ἡμῶν εἰρημένους ἐπήκουσε· καὶ οὐκ οἶδα πώποτε μεμψαμένην ἡμῖν, ὡς οὐκ ὀρθοῖς δόγ μασι κέχρημαι, τὴν σὴν θεοσέβειαν. Τί τοίνυν ἐπὶ τοῦ παρ όντος γεγένηται; Τί δήποτε μὴ κινεῖς, ὦ φίλη κεφαλή, κατὰ τοῦ ψεύδους τὴν γλῶτταν, ἀλλὰ καὶ φίλον συκοφαντούμενον καὶ τὴν ἀλήθειαν πολεμουμένην ὑπερορᾷς; Εἰ μὲν ὡς ἀπόρων καὶ λίαν σμικρῶν ἀμελῶν, τῆς ∆εσποτικῆς ἐντολῆς ἐπακοῦσαι προσήκει διαρρήδην βοώσης· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων τῶν πι στευόντων εἰς ἐμέ. Ἀμὴν γὰρ λέγω ὑμῖν, οἱ ἄγγε λοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς . Εἰ δὲ τῶν κατηγορούντων ἡμᾶς ἡ δύναμις τῇ σῇ φιλοθεΐᾳ τὴν σιωπὴν πραγματεύεται, χρὴ τῆς ἑτέρας ἀκοῦσαι νομοθεσίας λεγούσης· Οὐ λήψῃ πρόσωπον δυνάστου . Καί· ∆ικαίαν κρίσιν κρίνατε . Καί· Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ . Καί· Καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα μὴ ἴδῃ ἀδικίαν· καὶ κλείων τὰ ὦτα αὐτοῦ, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵμα τος ἀδίκου . Καὶ ἕτερα δὲ μυρία τοιαῦτά ἐστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ. Ἃ περιττὸν ὑπέλαβον συλλέξαι πρὸς ἄνδρα γράφων τοῖς θείοις ἐντεθραμμένον λογίοις καὶ τὴν διδασκα λικὴν ἀρδείαν προσφέροντα τοῖς φιλοχρίστοις λαοῖς. Τοῦτο τοίνυν μόνον ἐρῶ, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ καὶ τῶν λόγων καὶ τῶν ἔργων τὰς εὐθύνας ὑφέξομεν. Ἐγὼ δὲ τῶν ἄλλων ἕνεκα πάντων τοῦτο δεδιὼς τὸ κριτήριον, ἐν τοῖς καθ' ἡμῶν λεγομένοις ἐκ τῆς τούτου μνήμης λαμβάνω τῆς ψυχαγωγίας τὰς ἀφορμάς. 103 ΑΠΟΛΛΩΝΙΩ ΚΟΜΗΤΙ. Τοὺς μὲν θεοφιλεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν εἵλκυσε πόλιν ἡ κατὰ πάντων ἡμῶν γεγενημένη συκοφαντία· ἐγὼ δὲ διὰ τῆς αὐτῶν ὁσιότητος τῇ σῇ μεγαλοπρεπείᾳ προσ φέρω τὴν πρόσρησιν καὶ τῆς φιλίας ἐκτίνω τὸ χρέος· οὐχ ἵνα τὸ τριπόθητον ὄφλημα διαλύσω, ἀλλ' ἵνα πλέον ἐργάσωμαι. Τὰ γὰρ τῆς φιλίας ὀφλήματα διὰ τῆς ἐκτίσεως αὔξεται. Τὸ μέντοι καὶ ἡμᾶς τῶν τῆς συκοφαντίας ἀπολαῦσαι καρπῶν, οὐδὲν ἀπεικός. Ἄνθρωπον γὰρ ὄντα πάντα δεῖ προσδοκᾶν. Τούτου δὴ χάριν τοῖς φιλοσοφεῖν δεδιδαγμένοις τὰ τοιαῦτα πάντα ἐστὶ φορητά· ἓν δὲ μόνον ἀνιαρόν, τὸ λώβης τινὸς μετα λαχεῖν τὴν ψυχήν. 104 ΦΛΑΒΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Καὶ ἤδη σου τὴν ἁγιότητα δι' ἑτέρων ἐδίδαξα γραμμάτων, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῆς ἡμετέρας κατηγο ροῦντες διδασκαλίας· καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεσ τάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώ πων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων· καὶ πρὸ τούτων, τὸ συνειδός, καὶ τὸν τοῦ