50
συνειδότος Ἐπόπτην. Οἶδα δὲ καὶ τὸν θεῖον Ἀπόστολον πολλάκις τῇ τοῦ συνειδότος μαρτυρίᾳ χρησάμενον· Ἡ γὰρ καύ χησις ἡμῶν αὕτη ἐστί, τὸ μαρτύριον τῆς συνειδή σεως ἡμῶν . Καὶ πάλιν· Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν Πνεύματι ἁγίῳ . Ἴστω τοίνυν ἡ ἱερά σου καὶ θεοφιλὴς κεφαλή, ὡς οὐδεὶς ἡμῶν ἀκήκοε πώποτε δύο κηρυττόντων υἱούς. Τῷ ὄντι γάρ μοι μυσαρὸν καὶ δυσσεβὲς τόδε τὸ δόγμα δοκεῖ. Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα . Τοῦτον ἐγὼ καὶ Θεὸν προαιώνιον οἶδα, καὶ ἄνθρωπον ἐπ' ἐσχάτου τῶν ἡμερῶν, καὶ μίαν ὡς Μονογενεῖ προσφέρω προσκύνησιν. Σαρκὸς μέντοι καὶ θεότητος τὸ διάφορον ἐδιδάχθην· ἀσύγχυτος γὰρ ἡ ἕνωσις. Οὕτω κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενοι λύττης, ῥᾷστα τὴν κατὰ τοῦ Μονογενοῦς παρ' αὐτῶν τολμωμένην διελέγχομεν βλασφημίαν, τὰ ταπεινῶς εἰρημένα παρὰ τοῦ ∆εσπότου καὶ τῇ ληφθείσῃ φύσει προσφόρως, ὡς ἀνθρώπῳ προσάπτοντες, καὶ αὖ πάλιν ὡς Θεῷ τὰ θεοπρεπῆ καὶ τῆς φύσεως ἐκείνης δηλωτικά· οὐκ εἰς δύο πρόσωπα διαιροῦντες, ἀλλὰ τῷ ἑνὶ Μονογενεῖ καὶ ταῦτα κἀκεῖνα προσήκειν διδάσ κοντες· τὰ μὲν ὡς Θεῷ καὶ Ποιητῇ καὶ ∆εσπότῃ τῶν ὅλων, τὰ δὲ ὡς ἀνθρώπῳ δι' ἡμᾶς γενομένῳ. Ἄνθρωπον δὲ αὐτὸν ἡ θεία λέγει γεγενῆσθαι Γραφή, οὐ τῆς θεότητος τραπείσης, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως ἐκ σπέρματος Ἀβραὰμ ληφθείσης. Τοῦτο γὰρ ὁ θεῖος Ἀπόστολος ἄντικρυς βοᾷ, λέγων· Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται· ὅθεν ὤφειλεν κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι . Καὶ πάλιν· Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει· Καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός· καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χρισ τός . Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας Γραφῆς περικόψαντες Σίμων καὶ Βασιλείδης καὶ Βαλεντῖνος καὶ Βαρδησάνης καὶ Μαρκίων καὶ ὁ τῆς μανίας ἐπώνυμος, μόνον Θεὸν ἀποκα λοῦσι τὸν ∆εσπότην Χριστόν, οὐδὲν ἀνθρώπειον ἔχοντα, ἀλλὰ φαντασίᾳ καὶ δοκήσει φανέντα τοῖς ἀνθρώποις ὡς ἄνθρωπον. Οἱ δὲ τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦντες σῶμα μόνον ἀνειληφέναι τὸν Θεὸν Λόγον φασίν, αὐτὸν δὲ τῆς ψυχῆς ἐν τῷ σώματι πληρῶσαι τὴν χρείαν. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ∆εσποτικὸν σῶμα καλεῖ, τὸν δὲ νοῦν τῆς γεγενημένης σω τηρίας ἀποστερεῖ, οὐκ οἶδα πόθεν μαθὼν ψυχῆς καὶ νοῦ τὴν διαίρεσιν. Ἡ δὲ τῶν θείων Ἀποστόλων διδασκαλία ψυχὴν λογι-κήν τε καὶ νοερὰν μετὰ σαρκὸς προσειλῆφθαι διδάσκει, καὶ τελείαν τοῖς πιστεύουσιν ὑπισχνεῖται τὴν σωτηρίαν. Ἔστι δὲ καὶ ἕτερον στῖφος αἱρετικῶν τἀναντία τούτοις θρησκεῦον. Φωτεινὸς γὰρ καὶ Μάρκελλος καὶ ὁ ἐκ Σαμοσάτων Παῦλος, ἄνθρωπον μόνον εἶναι λέγουσι τὸν Κύριον ἡμῶν καὶ Θεόν. Ἀνάγκη δὲ πρὸς τούτους μὲν διαλεγομένους ἡμᾶς τὰς περὶ θεότητος μαρτυρίας προσφέρειν καὶ δεικνύναι ὡς καὶ Θεὸς προαιώνιος ὁ ∆εσπότης Χριστός· πρὸς δὲ τὴν ἑτέραν ἀγωνιζομένους συμμορίαν, ἣ Θεὸν μόνον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὴν θείαν αὐτοῖς ἀντιτάττειν Γραφὴν καὶ τὰς περὶ τῆς ληφθείσης ἀνθρωπότητος ἐκεῖθεν μαρτυρίας συλλέγειν. Χρὴ γὰρ τὸν ἰατρὸν ἁρμοδίοις πρὸς τὰ πάθη κεχρῆ σθαι φαρμάκοις καὶ ἑκάστῳ προσφέρειν τὸ πρόσφορον. Παρα καλῶ τοίνυν τὴν σὴν ἁγιωσύνην τὴν καθ' ἡμῶν συντεθεῖσαν διαλῦσαι συκοφαντίαν καὶ τὰς μάτην ἡμῖν λοιδορουμένας χαλινῶσαι γλώττας. Ἡμεῖς γὰρ καὶ μετὰ τὴν ἐνανθρώπησιν ἕνα προσκυνοῦμεν Υἱὸν τοῦ Θεοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τοὺς ἄλλο τι φρονοῦντας δυσσεβεῖς ὀνομάζομεν. Παρασχεῖν δὲ ἡμῖν καὶ τὰς ἁγίας σου προσευχάς, δέσποτα, καταξίωσον, ἵνα τῆς θείας ἀπολαύοντες εὐμενείας, τὸ κινδύ νων μεστὸν διαπεράσωμεν πέλαγος καὶ εἰς τοὺς ἀπηνέμους τοῦ Σωτῆρος μεθορμισθῶμεν λιμένας.