1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

51

βούλεσθαι. Ἐπιτάξει οὖν καὶ ὁ Υἱὸς τῷ Πατρὶ περὶ ὧν βούλεται, εἴ γε καὶ ἐπιτάτ τεται. Εἰ δὲ ἐπιτάττεται μόνον, ἀναγκαζόμενος καὶ οὐχὶ βουλόμενος ὑπηρετεῖ. Εἰ δὲ οὔτε ἐνεργείᾳ οὔτε βουλήσει, λείπεται κατ' αὐτοὺς ἓν κατ' οὐσίαν εἶναι, τουτέστιν ὁμοούσιον Πατέρα καὶ Υἱόν. Ὅτι τὸ ἀγέννητος ὑπάρξεώς τινος δήλωσις, καὶ οὐκ οὐσίας. Εἰ τὸ ἀγέννητος οὐσία ἐστὶ, καὶ τὸ γεννητὸς οὐσία, καὶ διὰ τοῦτο οὐχ ὁμοούσιοι Πατὴρ καὶ Υἱὸς, πᾶν ἐξ ἀνάγκης γέννημα μιᾶς οὐσίας· ὁμοούσια οὖν 29.681 τὰ γεννήματα τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ πῶς οὐ βλάσ φημον; εἰ ὁ ἀγέννητος πρὸς τὸν γεννητὸν Υἱὸν ἀν τιδιαστελλόμενος οὐσία ἐστὶ, καὶ ὁ ἄκτιστος πρὸς τὴν κτίσιν ἀντιδιαστελλόμενος οὐσία ἐστίν. Ἔσται οὖν καὶ ἀγέννητος οὐσία, καὶ ἄκτιστος οὐσία. ∆ύο οὖν ὁ Θεὸς, καὶ οὐ μία οὐσία. Ἔτι δὲ καὶ πᾶσα ἡ κτίσις ἔσται οὐσία μία. Ψευδὲς δὲ τοῦτο· μία μὲν γὰρ κτίσις, διάφοροι δὲ οὐσίαι. Οὕτω δὲ καὶ τὸ ἄτρεπτον αὐτοῦ, καὶ τὸ ἄναρχον, καὶ πολλὰ ἕτερα οὐσίαι ἔσονται. Εἰ ἀγέννητον τὸν Πατέρα καὶ γεννητὸν τὸν Υἱὸν εἰπών τις, τὰς οὐσίας ἐδήλωσε, τὸν τρόπον τῆς ὑπάρξεως αὐτῶν εἰπεῖν τις θελήσας, πῶς ἂν ἑτέρως εἰπεῖν δυνήσεται ἢ οὕτως; Ὑπάρξεως οὖν τρόπος τὸ ἀγέννητος, καὶ οὐκ οὐσίας ὄνομα. Εἰ τὰ διάφορον τὴν ὕπαρξιν τοῦ εἶναι ἔχοντα διάφο ρον ἔχει καὶ τὴν οὐσίαν, οὐδὲ οἱ ἄνθρωποι ὁμοούσιοι. Ἄλλη γὰρ ὕπαρξις Ἀδὰμ ἐκ γῆς πλασθέντος, ἄλλη δὲ Εὔας ἐκ πλευρᾶς γενομένης, ἄλλη δὲ Ἄβελ, ἐκ συνδυασμοῦ γάρ· ἄλλη δὲ τοῦ ἐκ Μαρίας, ἐκ παρθένου μόνης. Ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πτηνῶν καὶ τετρα πόδων. Εἰ ἀγέννητος ὁ Πατὴρ, ὅτι μὴ ἐγεννήθη, ὁ δὲ Υἱὸς γεννητὸς, διὰ τοῦ γεννηθῆναι, μετὰ τὸν γεννη θέντα ὁ ἀγέννητος. Οὐ γὰρ εἶχε πρὸς ὃν ἀγέννητος κληθήσεται. Τῶν γὰρ ὄντων αἱ ἀντιδιαστολαὶ, οὐ τῶν μὴ ὄντων. Εἰ Θεὸς ἦν ποτε, Πατὴρ δὲ οὐκ ἦν, γενό μενος Πατὴρ προσείληφε τὸ, πατήρ. Ὥστε Θεὸς μὲν ἀγέννητος, γεννητὸς δὲ Πατήρ· γεννητὸς ἄρα καὶ ἀγέννητος ὁ αὐτὸς ἁπλοῦς ὤν. Εἰ τὸ ἀδύνατον ἐναντίον τῷ δυνατῷ, καὶ τὸ ἄσοφον τῷ σοφῷ, καὶ πάντα τὰ ἀντιδιαστελλόμενα ἐναντία ἀλλήλοις, ἐναντίον καὶ τὸ ἀγέννητον τῷ γεν νητῷ. Ἐναντίος οὖν ὁ Πατὴρ τῷ Υἱῷ κατ' οὐσίαν, εἴ γε μὴ τρόπος ὑπάρξεως τὸν ἀγέννητον, ἀλλ' οὐσία. Εἰ κτίσμα καὶ οὐ γέννημα ὁ Υἱὸς, καὶ πάντα δὲ τὰ ὄντα κτίσματα, μάτην ἀγέννητος ὁ Πατὴρ λέγεται, οὐκ ὄντος ὅλως γεννήματος πρὸς ὃ καλεῖται ἀγέννη τος. ∆ικαιότερον οὖν ἄκτιστος ἢ ἀγέννητος λέγοιτο ἄν. Τὸ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐσία. Τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐσία. Εἰ δὲ αὐτοουσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐ τῆς. Οὐ γὰρ ἐκ τῶν οὐσιῶν, ἀλλ' ἐκ τῶν ὀνομά των καὶ τῶν ἐνεργειῶν γνωρίζομεν, καὶ μάλιστα τὰ 29.684 ἀσώματα. Εἰ τὸ ἀγέννητος ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, ἢ τὴν οὐσίαν τὴν ἰδίαν εἰδὼς ὁ Θεὸς τὸ ὄνο μα τῆς οὐσίας ἠγνόησεν, ἢ καὶ τὸ ὄνομα εἰδὼς τοὺς ἀκούοντας ἠπάτησε. Κύριος γάρ φησιν· Παντοκρά τωρ ὄνομά μου. Καὶ παρὰ Μωσέως ἐρωτηθεὶς, τί ὄνομα αὐτῷ, φησίν· Ἐγώ εἰμι ὁ ὤν· καὶ πάλιν· Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ ΘεὸςἸακώβ· τοῦτό μοι ὄνομα αἰώνιον· καὶ ∆αβίδ· Κύ ριος ὄνομά σοι. Ἀγέννητον δὲ ὄνομα οὔτε αὐτὸς ἑαυτῷ, οὔτε τις τῶν ἁγίων εἴρηκεν. Εἰ δὲ οὔτε ἠπάτησεν, οὔτε ἠγνόησεν (ἀσεβὲς γάρ τι τούτων εἰπεῖν), τὸ ἀγέννητος οὐκ ὄνομα αὐτοῦ. Τὸ ἀγέν νητος ἢ οὐσία ἐστὶν, ἢ συμβεβηκὸς (παρὰ ταῦτα γὰρ οὐδὲν ἂν εἴη)· ἀλλ' οὐσία μὲν οὐκ ἔστιν, οὔτε γὰρ τὸ ἀντιδιαστελλόμενον αὐτῷ· γεννητὸς γὰρ ὁ Υἱὸς, οὐ καθὸ οὐσία, ἀλλὰ καθὸ ἐγεννήθη· εἰ δὲ συμβεβηκὸς, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Ἀλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ Θεῷ καὶ οὐσίαν καὶ συμβεβηκὸς εἶναι. Ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν. Εἰ δὲ ἐνδεχομένως, ἔσται καὶ ἀγέννητός ποτε καὶ γεννητός. Εἰ ἀγέννητον λέγουσι τὸν Θεὸν, ὅτι μὴ ἐγεννήθη, οὐ τί ἐστιν ἡ οὐσία αὐτοῦ, λέγουσιν, ἀλλὰ τί οὐκ ἔστιν. Οὐδεμία δὲ οὐσία ἐξ ὧν οὐκ ἔστι γνω ρίζεται, ἀλλ' ἐξ ὧν ἐστι. Καὶ τὸ ἀθάνατος γὰρ, καὶ τὸ ἄφθαρτος καὶ τὸ ἄτρεπτος, οὐ τὴν οὐσίαν αὐτοῦ, ἀλλ' ὅτι μὴ ἀποθνήσκει,