52
μήτε φθείρεται, μήτε τρέ πεται ὡς τὰ κτίσματα, δηλοῖ. ∆ιδασκέτωσαν οὖν τί ὁ Θεός ἐστιν, οὐ τί οὐκ ἔστιν. Εἰ τὸ ἀγέννητος οὐκ ὄνομα οὐσίας, ἀλλ' αὐτοουσία, οὐσία δὲ καὶ ὁ Υἱός· ἀγέννητος καὶ ὁ Υἱὸς, καὶ πᾶσα δὲ οὐσία ἀγέν νητος. Εἰ τὸ ἀγέννητον οὐσία τοῦ Θεοῦ, καὶ τὸ γέν νημα οὐσία τοῦ Υἱοῦ· τὸ κτίσμα οὖν ἢ ποίημα οὐκ οὐσία αὐτοῦ. Μία γὰρ καὶ οὐ πολλαὶ οὐσίαι ὁ Υἱός. Ἄνθρωπόν τις εἰπὼν, ἢ λίθον, ἢ ξύλον, οὐσίαν τινὰ δηλοῖ· γέννημα δὲ εἰπὼν, οὐκ οὐσίαν ἁπλῶς δηλοῖ· ἐπεὶ πᾶν γέννημα οὐσία μία. Εἰ δὲ οὐκ οὐσίας τινὸς τὸ γέννημα σημαντικὸν, οὐδὲ τὸ ἀγέννητος δηλον ότι. Εἰ ἀγέννητός ἐστιν ὁ Θεὸς, ὅτι μὴ ἐγεννήθη· οὕτω καὶ ἄφθαρτος, ὅτι μὴ φθείρεται. Ὥσπερ οὖν τὸ ἄφθαρτον τὸ ἀτελεύτητον αὐτοῦ δηλοῖ, οὕτω καὶ τὸ ἀγέννητον τὸ ἄναρχον. Εἰ δὲ ἀγέννητος μὲν, οὐκ ἄφθαρτος δὲ, ἔσται μὲν ἄναρχος, οὐκ ἀτελεύτητος δέ· ὅπερ ἄτοπον. Οὐκ οὐσία οὖν τὸ ἀγέννητος, ἀλλὰ δή λωσις τοῦ μὴ γεγεννῆσθαι. Εἰ φύσει ἀγέννητος ὁ Πατὴρ, φύσει γεννητὸς καὶ ὁ Υἱός. Εἰ δὲ φύσει γέν νημα, οὐκέτι κτίσμα. Ὄντος οὖν τοῦ φύσει γεννήμα τος, ἀνάγκη καὶ τὸν γεννήσαντα εἶναι· γέννημα 29.685 γὰρ χωρὶς γεννήσαντος οὐκ ἂν εἴη. Λεγέτωσαν οὖν τὸν γεννήσαντα, εἰ ὁ Πατὴρ οὐκ ἐγέννησεν. Εἰ ὁ Θεὸς ἀγέννητος οὐσίᾳ, καὶ ὁ Υἱὸς γεννητὸς οὐσίᾳ, καὶ ὁ Παράκλητος κτίσμα οὐσίᾳ, τὸ, Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὀνόματα μόνον χωρὶς οὐσιῶν. Βαπτι ζέτωσαν οὖν εἰς ἀγέννητον, καὶ γεννητὸν, καὶ κτίσμα. Τὰ γὰρ πράγματα τῶν ὀνομάτων ἰσχυρότερα, καὶ τὰ ὅντα τῶν λεγομένων πρὸς ἐνέργειαν ὠφελιμώτερα. Εἰ ἀγέννητος, φασὶν, ὁ Πατὴρ, γεννητὸς δὲ ὁ Υἱὸς, οὐ τῆς αὐτῆς οὐσίας. Ἀγέννητος γὰρ καὶ γεννητὸς οὐκ ἂν εἴη μιᾶς οὐσίας. Ἀλλ' οὐκ οὐσίας ἡμεῖς ταῦτα λέγομεν, ὀνόματα δὲ δηλοῦντα τὴν ἑκάστου αὐτῶν ὕπαρξιν. Οὐδὲν δὲ κωλύει διαφόρων ὀνομάτων μίαν οὐσίαν εἶναι, ὡς καὶ τὸ ἐναντίον διαφόρων οὐσιῶν τῆς κτίσεως ἓν ὄνομα. Εἰ ὁμοούσιος, φασὶν, ὁ Υἱὸς τῷ Πατρὶ ὁ Πατὴρ δὲ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός· ἡ αὐτὴ ἄρα οὐσία ἀγέννητος καὶ γεννητή. Ἀλλ' οὐ μέρος φαμὲν τὸν Υἱὸν τοῦ Πατρὸς, ὡς διαιρουμένην τὴν οὐσίαν ἀγέν νητον καὶ γεννητὸν εἶναι, ἀλλ' ὅλον ὅλου γεννητὸν ἐξ ἀγεννήτου, τέλεια δύο, καὶ οὐ δύο μέρη ἐξ ἑνός τινος. Εἰ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐλήλυθεν ὁ Σωτὴρ, ὡς αὐτός φησιν, Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα ὅσα ὁ Πατὴρ λέγεται, ἀνάγκη καὶ τὸν Υἱὸν λέγεσθαι. Λεχθήσεται οὖν καὶ ἀγέν νητος, εἰ καὶ τοῦτο ὄνομα τοῦ Πατρός. Εἰ δὲ τιμὴ τοῦ Πατρός ἐστι τὸ ἀγέννητος ὄνομα, ὁμοίως δὲ καὶ τὸν Υἱὸν τιμᾷν δεῖ, κατὰ τὴν αὐτοῦ φωνὴν τὴν λέγου σαν· Ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα· ἀνάγκη καὶ τὸν Υἱὸν ἀγέννητον λέγειν, ἵνα μία τιμὴ Πατρὸς καὶ Υἱοῦ σώζηται. Εἰ ἐφανέ ρωσεν ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς τοῖς ἀνθρώποις, ὡς αὐτός φησιν, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, κύριον δὲ τῆς οὐσίας αὐτοῦ ὄνομα τὸ ἀγέννητος· δεικνύτωσαν ποῦ ἀγέννητον αὐτὸν ὁ Σω τὴρ εἴρηκεν. Εἰ μείζων πάντων ἐστὶν ὁ Θεὸς, πότε ρον ἢ οὐσίᾳ μείζων ἐστὶν, ἢ τῷ πάντων αὐτὸν αἴτιον εἶναι, αὐτὸν δὲ μηδενὸς γεγεννῆσθαι; Εἰ μὲν γὰρ ᾗ οὐσία, καὶ πᾶσα ἡ οὐσία μείζων πάντων ἐστίν· εἰ δὲ ᾗ ἀγέννητος, οὐ ταὐτὸν ἄρα οὐσία καὶ ἀγέννη τος. Εἰ τὸ ἀγέννητον ἔστι τι, καὶ τὸ ἀθάνατον, καὶ τὸ ἀτελεύτητον, καὶ τὸ ἄνοσον, καὶ τὸ ἀγήρων ἔσται τι. Οὐκοῦν τῷ μὲν ἀγέννητος εἶναι ὑπερ 29.688 έξει πάντων, τοῖς δὲ ἄλλοις ταὐτὸν ἔσται ἀγγέλοις καὶ πνεύμασι καὶ ψυχαῖς. Καὶ γὰρ ταῦτα ἀθάνατα καὶ ἀτελεύτητα. Εἰ δὲ μὴ ἀφ' ὧν οὐκ ἔστιν, ἀλλ' ἀφ' ὧν ἐστιν ὑπερέχει (οὐδὲ γὰρ ἄνθρωπος ἀλόγου βελ τίων τῷ μὴ εἶναι ἄψυχος καὶ ἀναίσθητος· ταῦτα γὰρ καὶ τὸ ἄλογον, ἀλλὰ τῷ εἶναι λογικός)· οὕτω καὶ ὁ Θεὸς, οὐ τῷ ἀγέννητος, ἀλλὰ τῷ πάντων αἴτιος εἶ ναι, ἔσται μείζων. Εἰ ἀντιδιαστέλλεται ὁ ἀγέννητος τῷ γεννητῷ· ὁ δὲ ἀγέννητος οὐσία ἁπλῆ· καὶ τῷ ἄτρεπτος καὶ ἀθάνατος καὶ ἀσχημάτιστος, καὶ πᾶσιν ἀντιδιασταλήσεται πρὸς τὸν γεννητόν. Εἰ γὰρ τινὶ μὲν ἀντιδιαστέλλεται, τοῖς δὲ λοιποῖς οὒ, σύνθε τος καὶ οὐχ ἁπλοῦς. Εἰ ὁ γνοὺς, ὅτι