1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

52

μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ ; Καί· Ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέ ρειν τῷ Θεῷ . Καί· Στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν . Καί· Ὅταν διώκω σιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέ ραν . Καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. Συνῳδὰ δέ φησι καὶ ὁ θεῖος Ἀπόστολος· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται· πονηροὶ δὲ ἄν θρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλα νῶντες καὶ πλανώμενοι . Ταῦτα μὲν οὖν ἡμῖν παραψυχὴν ἐν τῇδε τῇ ζάλῃ παρέσχε μεγίστην. Ἐπειδὴ δὲ εἰκὸς καὶ μέχρι τῆς σῆς ἁγιωσύνης τὰς καθ' ἡμῶν διαβῆναι συκοφαν τίας, παρακαλῶ σου τὴν ὁσιότητα μηδ' ὅλως ὑποσχεῖν ταῖς τῶν συκοφαντῶν ψευδολογίαις τὰς ἀκοάς. Ἐγὼ γὰρ οὐκ οἶδα μέχρι τοῦ παρόντος διδάξας εἰς δύο πιστεύειν υἱούς. Εἰς ἕνα γὰρ ἐδιδάχθην πιστεύειν Μονογενῆ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Σαρκὸς μέντοι καὶ θεότητος ἐπίσταμαι τὸ διάφορον, καὶ δυσσεβεῖν μοι δοκοῦ σιν οἱ εἰς δύο υἱοὺς μερίζοντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ οἱ τὴν ἐναντίαν τούτοις ὁδεύοντες καὶ μίαν φύσιν ἀποκαλοῦντες τὴν θεότητα τοῦ ∆εσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα. Ἐναντίοι γὰρ ἀλλήλοις οὗτοι κρημνοί· μέση δὲ ἡ τῶν εὐαγγελικῶν δογμάτων ὁδός, τοῖς τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων ἴχνεσι κοσμουμένη, καὶ τῶν μετὰ τούτους ἐν τῷ διδασκαλικῷ διαπρεψάντων χαρίσματι. Ἐβου λόμην δὲ καὶ τὰς τούτων παραθεῖναι χρήσεις καὶ δεῖξαι τῷ ἡμετέρῳ μαρτυρούσας φρονήματι. Ἀλλὰ πλειόνων δεῖ μοι λό γων ἢ κατὰ μέτρον ἐπιστολῆς. Οὗ δὴ χάριν ἐν κεφαλαίῳ γράψας, ἃ περὶ τῆς τοῦ Μονογενοῦς ἐνανθρωπήσεως μεμαθή καμεν, ἀπέστειλά σου τῇ κατὰ Θεὸν τελειότητι. Ἔγραψα δὲ οὐκ ἄλλοις προσφέρων διδασκαλίαν, ἀλλὰ πρὸς τὴν γεγενημέ νην συκοφαντίαν ἀπολογίαν ποιούμενος καὶ τὸ ἐμαυτοῦ φρό νημα τοῖς ἀγνοοῦσι τοῦτο δεικνύς. Ἀναγνοῦσα τοίνυν ἡ ἁγιω σύνη σου, εἰ μὲν εὕροι τὰ γεγραμμένα τοῖς ἀποστολικοῖς συμβαίνοντα δόγμασι, τοῖς πρὸς ἡμᾶς ἀντιγράφοις βεβαιω σάτω τὸ φρόνημα. Εἰ δέ τι τῶν ἐγκειμένων τῇ διδασκαλίᾳ τῇ θείᾳ μὴ συμφωνεῖ, καὶ τοῦτο μαθεῖν παρὰ τῆς σῆς ὁσιότητος ἀξιῶ. Καὶ γὰρ πολὺν ἐν τῇ διδασκαλίᾳ καταναλώσαντες χρό νον, ἔτι δεόμεθα τοῦ διδάσκοντος. Ἐκ μέρους γὰρ, φησὶν ὁ θεῖος Ἀπόστολος, γινώσκομεν . Ἠκούσαμεν δὲ αὐτοῦ πάλιν λέγοντος· Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω ἔγνω καθὼς δεῖ γνῶναι . Καὶ τἀληθὲς τοίνυν παρὰ τῆς σῆς ὁσιότητος παρακαλοῦμεν μαθεῖν καὶ τῆς ἐκκλησιαστικῆς φροντίσαι γαλήνης καὶ τῶν θείων ὑπερμαχῆσαι δογμάτων. Τούτων γὰρ δὴ χάριν καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι, καὶ τῶν τῆς ὁδοιπορίας πόνων καὶ τῆς χειμερινῆς καταφρονή σαντες ὥρας, ἐπὶ τὴν βασιλεύουσαν ὥρμησαν πόλιν, λύσιν τινὰ πορίσαι τῷ κλύδωνι μηχανώμενοι. Καὶ αὐτοὺς τοίνυν ἐφοδιάσαι ταῖς προσευχαῖς, καὶ ἡμᾶς ταύταις ἐρεῖσαι παρα κλήθητι, δέσποτα. 110 ∆ΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΝΤΙΟΧΕΙΑΣ. Ἀναγνοὺς τὰ γράμματα τῆς μακαριωτάτης ἀνεμνήσθην Σουσάννης, ἣ τοὺς ἀλάστορας ἐκείνους ὁρῶσα καὶ τὸν τῶν ὅλων θεὸν παρεῖναι πιστεύουσα, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· Στενά μοι πάντοθεν . Ἀλλ' ὅμως εἵλετο μᾶλλον ταῖς τῆς συκοφαντίας πάγαις περιπεσεῖν, ἢ τοῦ δικαίου καταφρονῆσαι κριτοῦ. Καὶ νῦν δέσποτα, δύο πρόκειται. Τοῦτο δὲ πολλάκις εἰρήκαμεν· ἢ Θεῷ προσκροῦσαι, καὶ βλάψαι τὸ συνειδός, ἢ ταῖς ἀδίκοις τῶν ἀνθρώπων ψήφοις περιπεσεῖν. Ἐμοὶ δὲ οὐδὲ δοκεῖ τούτων εἰδέναι τι τὸν εὐσεβέστατον βασιλέα. Τί γὰρ ἐκώλυσεν αὐτὸν γράψαι, καὶ ἐπιτρέψαι τὴν χειροτονίαν γενέσθαι, εἴπερ ἀληθῶς αὐτὸν ἐθεράπευε τοῦτο; Τί δήποτε δὲ ἔξωθεν