54
οὖν, ὅτι περὶ τῆς ὁμοιότητος καὶ τῆς κατὰ πάντα ἀπαραλλάκτου καὶ ὁμοίας οὐσίας αὐ τῶν, οὐ περὶ κτισμάτων διαλεχθείς. Εἰ Θεὸς ὁμοίως κτίζει καὶ γεννᾷ, ὁμοίως καὶ κτίστης ἡμῶν καὶ Πατήρ ἐστιν ὁ Χριστός· Θεὸς γὰρ, καὶ οὐ χρεία τῆς διὰ τοῦ ἁγίου Πνεύματος υἱο θεσίας· ὥσπερ οὐδὲ τοῦ δι' ἄλλου τινὸς γεγενῆσθαι ἡμᾶς αὐτοῦ κτίσματα· καίτοι γε πολλὰ τῶν κτισμά των οὐδὲ τὸ τῆς υἱοθεσίας πνεῦμα φύσιν ἔχει δέχε σθαι, ὡς τὰ ἄλογα καὶ τὰ ἄψυχα. Εἰ ἡμεῖς, κτίσματα ὄντες, διὰ τῆς τοῦ ἁγίου Πνεύματος υἱοθεσίας υἱοὶ γινόμεθα, λεγέτωσαν, εἰ καὶ ὁ Υἱὸς κτίσμα ἐστὶ, διὰ τίνος εἰς υἱοθεσίαν τοῦ Πατρὸς ἐγένετο; Εἰ πάντα ὅσα ἔχει ὁ Πατὴρ, καὶ τοῦ Υἱοῦ ἐστιν, οὐδὲν δὲ ἔχει ὁ Πατὴρ χωρὶς τῶν διὰ τοῦ Υἱοῦ γενομένων, εἰ μὴ, κατ' αὐτοὺς, αὐτὸν μόνον· καὶ αὐτὸς ἑαυτὸν ἔχειν ὀφείλει· ὅπερ ἀδύνατον. Εἰ ἡ εἰκὼν πάντως ὁμοία, καθοτιοῦν ὁ υἱός ἐστιν εἰκών· ἡ δὲ κτίσις κατ' οὐδὲν ὁμοία τῷ κτίσαντι, ἀλλὰ κατὰ πάντα ἀν όμοιος· εἰκὼν ὢν τοῦ Πατρὸς ὁ Υἱὸς, οὐκ ἂν εἴη κτί σις αὐτοῦ. Εἰ τὸ ἀσώματον, γεννῶν, ἀνάγκῃ ὡς σῶμα γεννᾷ· καὶ βλέπον, ὡς σῶμα βλέψει· καὶ ἀκοῦον, ὡς σῶμα ἀκούσει· καὶ πᾶσαν ἐνέργειαν ὡς σῶμα ἐνεργήσει· εἰ δὲ ταῦτα ἑτέρως, καὶ γεννῶν ἑτέρως δηλονότι γεννήσει. Ὃ αὐτός τις οὐκ ἔχει, ἑτέροις χαρίζεσθαι οὐ δύναται· εἰ οὖν κτίσμα καὶ δοῦλος ὁ Υἱὸς, ἐλευθέρους ἄλλους ποιεῖν οὐ δύναται. Τὸ φύσει μέσον τινῶν ἑκατέρων τῶν ἄκρων ἐφάπτεται· εἰ οὖν φύσει μεσίτης Χριστὸς Θεοῦ καὶ ἡμῶν, καὶ οὐ κατ' οἰκονομίαν, φύσει συνῆπται Θεὸς καὶ κτίσις. Εἰ ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, οὐ κατ' οὐσίαν δὲ, λείπεται ἢ κατὰ μορφὴν, ἢ κατ' ἐνέργειαν· ἀλλὰ μορφῇ μὲν ἀδύνατον (οὐδὲν γὰρ ἀσώματον ἐν μορφῇ)· εἰ δὲ κατ' ἐνέργειαν, οὐκ ἂν καὶ αὐτὸς ἀλ λοῖόν τι, ἀλλὰ τοιοῦτον οἷον αὐτός ἐστιν ἐνήργησεν ἂν, εἴπερ ποίημα τοῦ Πατρὸς, καὶ οὐ γέννημα. Ἄλ λως δὲ καὶ προείρηται, καὶ κατὰ ἐνέργειαν ὅμοιον, ἐξ ἀνάγκης καὶ κατ' οὐσίαν ὅμοιον εἶναι. Εἰ τὰ ἔργα τοῦ Θεοῦ ἐν πίστει, καὶ οὐκ ἐν ἀπο δείξει, κατὰ τὸν ∆αβὶδ τὸν εἰπόντα· Καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· πόσῳ μᾶλλον ἡ τοῦ Υἱοῦ πρὸ αἰώνων ἐκ Πατρὸς γέννησις ἐν πίστει, καὶ οὐκ ἐν ἀποδείξει; Εἰ ἐξ οὐκ ὄντων ὁ Θεὸς τὸν Υἱὸν ἐποίη 29.695 σε, καὶ ὁ Υἱὸς δὲ ἐξ οὐκ ὄντων τὰ πάντα· ἡ αὐτὴ δύναμις καὶ ἐνέργεια τῶν ἐξ οὐκ ὄντων ὃ βούλονται δημιουργεῖν δυναμένων, οὐδαμοῦ τῆς διαφορᾶς τῶν δημιουργουμένων σκοπουμένης. Ἐπεὶ καὶ τῆς κτί σεως ἐν πολλοῖς κατὰ πολλὰ διαφόρου τυγχανούσης, οὐ διάφοροι οἱ δημιουργοὶ, ἀλλ' εἷς ὁ Υἱὸς, δι' οὗ τὰ πάντα ἐγένετο. Εἰ τῶν ἐξ οὐκ ὄντων πρῶτον Θεοῦ ποίημα ὁ Χριστὸς, καὶ οὕτω πιστεύοντες αὐτῷ λα τρεύουσιν Ἀρειανοί· Ἰὼβ δὲ πρῶτον ποίημα Θεοῦ τὸν διάβολον λέγει εἰπών· Τοῦτό ἐστι πρῶτον ἀρχὴ πλάσματος Κυρίου· λανθάνουσι τῷ διαβόλῳ λατρεύοντες, καὶ οὐχὶ τῷ Υἱῷ τοῦ Θεοῦ. Εἰ δὲ τοῦ Υἱοῦ τὸ πρῶτον αὐτὸν εἰρηκέναι ποίημα λέξουσιν, οὐκέτι ποίημα τὸ Πνεῦμα κατ' αὐτοὺς τοῦ Κυρίου, ἢ καὶ μετὰ τὸν διάβολον γενόμενον εὑρεθή σεται. Εἰ ἡ πίστις ἡμῶν ἡ εἰς τὸν Υἱὸν ἔργον ἐστὶ τοῦ Θεοῦ (Τοῦτο γὰρ, φησὶν, ἐστὶ τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος), αὐτὸς ἔργον οὐ δύναται εἶναι Θεοῦ. Οὐ ταὐ τὸν γὰρ ἡ εἰς αὐτὸν πίστις καὶ αὐτός. Εἰς τὸ, «Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται.» Εἰ θεϊκῶς ὁ Υἱὸς τῷ Πατρὶ ὑποτάσσεται, ἐξ ἀρ χῆς ἂν ὑποτέτακτο, ἐξ οὗ καὶ Θεὸς ἦν. Εἰ δὲ οὐχ ὑποτέτακτο, ἀλλ' ὕστερον ὑποταγήσεται, ἀν θρωπίνως, ὡς ὑπὲρ ἡμῶν, καὶ οὐ θεϊκῶς ὑπὲρ ἑαυ τοῦ. Εἰς τὸ, «∆ιὰ τοῦτο ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνο μα τὸ ὑπὲρ πᾶν ὄνομα.» Εἰ μετὰ τὴν ἐνανθρώπησιν, διὰ τὴν ὑπακοὴν, τὸ ὑπὲρ πᾶν ὄνομα τῷ Υἱῷ Θεῷ ὄντι ὁ Πατὴρ ἐχαρίσατο, καὶ πᾶσα γλῶσσα ἐξωμολογήσατο Κύριον· πρὸ τῆς ἐνανθρωπήσεως οὔτε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα εἶχεν, οὔτε παρὰ πάντων τὴν ὁμο λογίαν τοῦ εἶναι Κύριος. Μείζων οὖν ἐγένετο μετὰ τὴν ἐνανθρώπησιν τοῦ πρὸ τῆς ἐνανθρωπήσεως, ὅπερ ἄτοπον. Τοιοῦτο δέ ἐστι καὶ τό· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς. Εἰς τὴν ἐνανθρώπησιν οὖν, καὶ οὐκ εἰς τὴν θεότητα ταῦτα νοεῖν δεῖ. Εἰς τὸ,