1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

55

«Πατήρ μου μείζων μου ἐστίν.» Τὸ μεῖζον ἢ μεγέθει, ἢ χρόνῳ, ἢ ἀξιώματι, ἢ δυ νάμει, ἢ ὡς αἴτιον μεῖζον λέγεται. Ἀλλὰ μεγέθει μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ οὐκ ἂν λεχθείη μείζων· ἀσώ ματος γάρ. Ἀλλ' οὐδὲ χρόνῳ· ὁ γὰρ Υἱὸς αὐτῶν δη μιουργός. Ἀλλ' οὐδὲ ἀξιώματι· οὐ γὰρ ἐγένετο ὃ οὐκ ἦν ποτε. Οὔτε μὴν δυνάμει· Πάντα γὰρ ὅσα ὁ 29.696 Πατὴρ ποιεῖ, καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ Οὔτε ὡς αἴτιος· ἐπεὶ ὁμοίως καὶ αὐτοῦ καὶ ἡμῶν μείζων, εἴπερ γὰρ αὐτοῦ καὶ ἡμῶν αἴτιος. Τιμὴν τοίνυν μᾶλλον τὸ ῥηθὲν Υἱοῦ πρὸς Πατέρα, οὐκ ἐλάττωσιν τοῦ εἰπόντος δείκνυσιν, ἔπειτα τὸ μεῖζον οὐ πάντως καὶ ἑτεροούσιον. Ἄνθρωπος γὰρ ἀνθρώπου μεί ζων λέγεται, καὶ ἵππος ἵππου. Ὥστε εἰ καὶ μείζων ὁ Πατὴρ λέγεται, οὐκ εὐθὺς καὶ οὐσίας ἑτέρας. Κα θόλου δὲ τὰ συγκριτικὰ ἐπὶ τῶν ὁμοουσίων, καὶ οὐκ ἐπὶ τῶν ἑτεροουσίων λέγεται. Μείζων γὰρ ἄν θρωπος ἀλόγου, οὐ κυρίως λέγεται· οὐδὲ ἄλογον ἀψύ χου· ἀλλ' ἄνθρωπος ἀνθρώπου, καὶ ἄλογον ἀλόγου· ὁμοούσιος οὖν ὁ Πατὴρ τῷ Υἱῷ, κἂν μείζων λέγη ται. Εἰς τὸ, «Τὴν δὲ ὥραν καὶ τὴν ἡμέραν ἐκείνην οὐδεὶς οἶδεν.» Εἰ δημιουργὸς τῶν ὅλων ὁ Υἱὸς, τὸν δὲ χρόνον τῆς κρίσεως οὐκ οἶδεν· ὃ ἐδημιούργησεν οὐκ οἶδεν. Οὐ γὰρ τὴν κρίσιν εἶπεν ἀγνοεῖν, ἀλλὰ τὸν χρόνον. Καὶ πῶς οὐκ ἄτοπον; Εἰς τὸ αὐτό. Εἰ τὴν γνῶσιν πάντων ὧν ὁ Πατὴρ ἔχει, ὁ Υἱὸς οὐκ ἔχει, ἐψεύσατο εἰπών· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι· καὶ, Καθὼς ὁ Πατὴρ γινώσκει με, κἀγὼ γινώσκω αὐτόν. Εἰ δὲ ἕτερον τὸ τὸν Πατέρα εἰδέναι, καὶ ἕτερον τὰ τοῦ Πατρός· μεῖζον δὲ τὸ εἰδέναι τὸν Πατέρα τοῦ τὰ αὐτοῦ εἰδέναι (καθόσον ἕκαστος αὐτὸς τῶν ἑαυτοῦ μείζων)· τὸ μεῖζον ὁ Υἱὸς εἰδὼς (Οὐδεὶς γὰρ, φησὶν, οἶδε τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς), τὸ ἔλαττον οὐκ ᾔδει, ὅπερ ἀδύνατον. ∆ιὰ τὸ μὴ συμφέρειν οὖν τοῖς ἀνθρώποις ἀκοῦσαι, τὸν καιρὸν τῆς κρίσεως ἀπεσιώπησεν. Ἡ μὲν γὰρ ἀεὶ προσδοκία θερμοτέρους περὶ τὴν εὐσέβειαν ἀπερ γάζεται· ἡ δὲ τοῦ πολὺν τὸν μεταξὺ χρόνον ἔσεσθαι γνῶσις ὀλιγωροτέρους ἂν περὶ τὴν εὐσέβειαν ἐποίη σεν, ἐλπίδι τοῦ καὶ ὕστερον μεταβαλλομένους δυνη θῆναι σωθῆναι. Ἐπεὶ πῶς ὁ πάντα μέχρι τῆς ὥρας ἐκείνης εἰδὼς (εἶπε γοῦν αὐτὰ) οὐχὶ κἀκείνην τὴν ὥραν ᾔδει; Μάτην δὲ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Εἰς τὸ αὐτό. Εἰ τὸ ἅγιον Πνεῦμα, τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν, οὐδὲν ἀγνοεῖν τῶν τοῦ Θεοῦ δύναται, ὁ δὲ Υἱὸς 29.697 ἀγνοεῖ· μεῖζον κατ' αὐτοὺς τὸ ἅγιον Πνεῦμα τοῦ Υἱοῦ, ὅπερ οὐδὲ ἴσον εἶναι θέλουσιν. Εἰς τὸ «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτή ριον τοῦτο.» Εἰ ἀληθῶς ὁ Υἱὸς ἔλεγε, Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο, οὐ δειλίαν ἑαυτοῦ καὶ ἀσθένειαν κατηγόρει μόνον, ἀλλὰ εἶναί τι καὶ ἀδύνατον τῷ Πατρὶ ἐνόμιζεν. Τὸ γὰρ, Εἰ δυ νατὸν, ἀμφιβάλλοντος ἦν, καὶ οὐ πεπεισμένου δύνασθαι τὸν Πατέρα σῶσαι αὐτόν. Πῶς δὲ καὶ ὁ νεκροῖς τὸ ζῇν χαριζόμενος οὐ πολλῷ μᾶλλον τοῖς ζῶσι τὸ ζῇν φυλάττειν ἠδύνατο; ∆ιὰ τί οὖν ὁ Λάζαρον καὶ πολλοὺς νεκροὺς ἀναστήσας οὐχ ἑαυτῷ παρέχει τὸ ζῇν, ἀλλὰ παρὰ τοῦ Πατρὸς ᾔτει τὸ ζῇν, φοβούμενος εἰπών· Πάτερ, εἰ δυνατὸν, παρ ελθέτω τὸ ποτήριον τοῦτο; Καὶ εἰ ἄκων δὲ ἀπ έθνησκεν, οὐκέτι ταπεινώσας ἑαυτὸν, ὑπήκοος μέχρι θανάτου ἐγένετο τῷ Πατρὶ, οὐδὲ δέδωκεν ἑαυτὸν, ὥς φησιν ὁ Ἀπόστολος· Τοῦ δόντος ἑαυτὸν λύτρον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· εἰ δὲ ἑκὼν, τίς χρεία τοῦ, Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο; Ἐπὶ τῶν οὖν εἰς αὐτὸν ἁμαρτάνειν μελλόν των, ἵνα μὴ ἁμάρτωσι, καὶ οὐκ ἐπ' αὐτοῦ τοῦτο δεκτέον· ὑπὲρ ὧν καὶ σταυρωθεὶς ἔλεγε· Πάτερ, ἄφες αὐτοῖς, ὅτι οὐκ οἴδασι τί ποιοῦσιν. Οὐ δεῖ οὖν τὰ κατ' οἰκονομίαν ὡς ἁπλῶς εἰρημένα ἐκ δέχεσθαι. Εἰς τὸ, «Κἀγὼ ζῶ διὰ τὸν Πατέρα.» Εἰ διὰ τὸν Πατέρα ὁ Υἱὸς ζῇ, δι' ἕτερον, καὶ οὐ δι' ἑαυτὸν ζῇ. Ὁ δὲ δι' ἕτερον ζῶν αὐτοζωὴ εἶναι οὐ δύ ναται. Οὐδὲ γὰρ ὁ κατὰ χάριν ἅγιος αὐτοάγιος. Ἐψεύ σατο οὖν ὁ Υἱὸς εἰπών· Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν· Οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰς τὴν ἐναν θρώπησιν οὖν, καὶ οὐκ εἰς τὴν θεότητα τὸ εἰρημένον νοεῖν δεῖ. Εἰς τὸ, «Οὐδὲ ὁ Υἱὸς ἀφ' ἑαυτοῦ τι ποιεῖ.» Εἰ τὸ αὐτεξούσιον