56
προδοθέντες, ἢ ἀναγκα σθῶμέν τι πρᾶξαι τῶν ἀπαρεσκόντων τῷ τῶν ὅλων Θεῷ, ἢ μονωθέντες εὐεπιχείρητοι τοῖς πολεμοῦσι γενώμεθα. Πίστις ἐστί, παρακαλῶ, ἐν ᾗ τὰς ἐλπίδας ἔχομεν τῆς σωτηρίας· καὶ χρὴ πάντα κινῆσαι πόρον, ὥστε μηδὲν αὐτῇ νόθον ἐπεισαχθῆ ναι, μηδὲ τὴν ἀποστολικὴν παραφθαρῆναι διδασκαλίαν. Ταῦτα ἐγὼ καὶ πόρρωθεν ὤν, στένων καὶ θρηνῶν γράφω καὶ τὸν κοινὸν ∆εσπότην ἀντιβολῶ τὸ στυγνὸν τοῦτο διαλῦσαι νέφος καὶ καθαρὰν ἡμῖν αἰθρίαν χαρίσασθαι. 113 ΛΕΟΝΤΙ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ. Εἰ Παῦλος, τῆς ἀληθείας ὁ κήρυξ, ἡ τοῦ παναγίου Πνεύ ματος σάλπιγξ, πρὸς τὸν μέγαν ἔδραμε Πέτρον, ὥστε τοῖς ἐν Ἀντιοχείᾳ περὶ τῆς κατὰ νόμον πολιτείας ἀμφισβητοῦσι παρ' αὐτοῦ κομίσαι τὴν λύσιν, πολλῷ μᾶλλον ἡμεῖς οἱ εὐτελεῖς καὶ σμικροί, πρὸς τὸν ἀποστολικὸν ὑμῶν τρέχομεν θρόνον, ὥστε παρ' ὑμῶν λαβεῖν τοῖς τῶν Ἐκκλησιῶν ἕλκεσι θεραπείαν. ∆ιὰ πάντα γὰρ ὑμῖν τὸ πρωτεύειν ἁρμόττει. Πολλοῖς γὰρ ὁ ὑμέ τερος θρόνος κοσμεῖται πλεονεκτήμασι. Τὰς μὲν γὰρ ἄλλας πόλεις ἢ μέγεθος, ἢ κάλλος, ἢ τὸ πλῆθος τῶν οἰκητόρων κοσμεῖ· ἐνίας δὲ τούτων ἐστερημένας πνευματικά τινα λαμ πρύνει χαρίσματα· τῇ δὲ ὑμετέρᾳ φορὰν ἔδωκεν ἀγαθῶν ὁ τῶν ἀγαθῶν χορηγός. Ἡ γὰρ αὐτὴ πασῶν μεγίστη, καὶ λαμπροτάτη, καὶ τῆς οἰκουμένης προκαθημένη, καὶ τῷ πλήθει τῶν οἰκητό ρων κυμαίνουσα. Πρὸς δὲ τούτοις, καὶ τὴν νῦν κρατοῦσαν ἡγεμονίαν ἐβλάστησε· καὶ τῆς οἰκείας προσηγορίας τοῖς ἀρχο μένοις μετέδωκε. Κοσμεῖ δὲ αὐτὴν διαφερόντως ἡ πίστις· καὶ μάρτυς ἀξιόχρεως ὁ θεῖος Ἀπόστολος, βοῶν ὅτι Ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ . Εἰ δὲ εὐθὺς δεξαμένη τὰ τοῦ σωτηρίου κηρύγματος σπέρματα, τοῖς ἀξια γάστοις τούτοις ἐβεβρίθει καρποῖς, τίς ἀπόχρη λόγος τὴν νῦν ἐν αὐτῇ πολιτευομένην εὐσέβειαν εὐφημῆσαι; Ἔχει δὲ καὶ τῶν κοινῶν πατέρων καὶ διδασκάλων τῆς ἀληθείας Πέτρου καὶ Παύλου τὰς θήκας, τῶν πιστῶν τὰς ψυχὰς φωτιζούσας. Ἡ δὲ τρισμακαρία τούτων καὶ θεία ξυνωρὶς ἀνέτειλε μὲν ἐν τῇ ἑῴᾳ, καὶ πάντοσε τὰς ἀκτῖνας ἐξέπεμψεν· ἐν δὲ τῇ ∆ύσει προθύμως ἐδέξατο τὰς τοῦ βίου δυσμάς, κἀκεῖθεν νῦν καταυ γάζει τὴν οἰκουμένην. Οὗτοι τὸν ὑμέτερον περιφανέστερον ἀπέφηναν θρόνον· οὗτος τῶν ἀγαθῶν τῶν ὑμετέρων ὁ κολο φών. Ὁ δ' ἐκείνων Θεὸς καὶ νῦν τὸν ἐκείνων ἐλάμπρυνε θρό νον, τὴν ὑμετέραν ἁγιωσύνην ἱδρύσας ἐν τούτῳ τῆς ὀρθοδοξίας τὰς ἀκτῖνας ἀφιεῖσαν. Καὶ τούτου πολλὰ μὲν ἔστιν εὑρεῖν καὶ ἄλλα τεκμήρια· ἀρκεῖ δὲ ὑμῶν καὶ ὁ κατὰ τῶν δυσωνύμων Μανιχαίων ζῆλος, ὃν πρώην ὑμῶν ἡ ὁσιότης ἐγύμνωσε, δείξασα τὴν περὶ τὰ θεῖα τῆς ὑμετέρας φιλοθεΐας σπουδήν. Ἀπόχρη καὶ τὰ νῦν παρ' ὑμῶν γραφέντα τὸν ἀποστολικὸν ὑμῶν χαρακτῆρα δηλῶσαι. Ἐντετυχήκαμεν γὰρ τοῖς παρὰ τῆς σῆς γραφεῖσι ὁσιότητος περὶ τῆς τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, καὶ ἐθαυμάσαμεν τὴν τῶν γεγραμμένων ἀκρίβειαν. Ἀμφότερα γὰρ κατὰ ταὐτὸν ἐδήλου, καὶ τὴν ἐκ τοῦ ἀϊδίου Πατρὸς ἀΐδιον θεό τητα τοῦ Μονογενοῦς, καὶ τὴν ἐκ σπέρματος Ἀβραὰμ καὶ ∆αβὶδ ἀνθρωπότητα· καὶ ὅτι κατὰ πάντα ἡμῖν ἡ ληφθεῖσα φύσις ἐῴκει, μόνον δὲ ἀνόμοιος ἦν τῷ πάσης ἁμαρτίας ἀμύη τος διαμεῖναι· ἐπειδήπερ οὐκ ἐκ φύσεως ἀλλ' ἐκ προαιρέσεως αὕτη φύεται. Εἶχε δὲ καὶ τοῦτο τὰ γράμματα, ὡς εἷς μὲν ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός, ἀπαθὴς δὲ αὐτοῦ ἡ θεότης, καὶ ἄτρεπτος, καὶ ἀναλλοίωτος, καθάπερ ὁ γεννήσας αὐτὸν Πατήρ, καὶ τὸ Πανάγιον Πνεῦμα· καὶ διὰ τοῦτο τὴν παθητὴν ἔλαβε φύσιν, ἐπειδήπερ ἡ θεία φύσις οὐκ ἐδέχετο πάθος· ἵνα τῷ πάθει τῆς ἰδίας σαρκὸς τὴν ἀπάθειαν τοῖς εἰς αὐτὸν πεπι στευκόσι χαρίσηται. Ταῦτα, καὶ ὅσα τούτοις ἐστὶ συγγενῆ, περιεῖχε τὰ γράμματα. Ἡμεῖς δὲ τὴν πνευματικήν σου σοφίαν θαυμάσαντες, τὴν δι' ὑμῶν