1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

60

χειρῶν σού εἰσιν οἱ οὐρανοί. Καὶ τίνες ἂν εἶεν Θεοῦ ἀσωμάτου ἀσώματοι χεῖρες, αἱ τὸ στερέωμα καὶ τοὺς οὐρανοὺς δημιουργήσασαι, αὐτὸς ὁ Προφήτης ἑρμηνεύει λέγων· Τῷ λόγῳ Κυ ρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ' ὥσπερ οὐ προφορικὸς λόγος ἐν τῷ Θεῷ, ἀλλὰ ζῶν καὶ ὑφεστηκὼς, καὶ τῶν ὅλων δραστήριος· οὕτως ἐν τῷ Θεῷ οὐ πνεῦμα διαχεόμενον, οὐ διαλυόμενος ἀὴρ, ἀλλὰ δύναμις ἁγιαστικὴ, ἐνούσιος, ἐνύπαρκτος, ἐν υπόστατος. Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλα σάν με. Καὶ τόδε τὸ ῥητὸν τὴν αὐτὴν ἔχει τῷ προῤῥηθέντι διάνοιαν. Πνεῦμα γὰρ θεῖον, φησὶν ὁ Ἰὼβ, τὸ ποιῆσάν με. Καὶ τὴν ἄλλην χεῖρα σαφηνί ζων Σολομών φησι· Θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον. Χρι στὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, ἥτις ἐστὶ χεὶρ δημιουργικὴ κατὰ τὸν τῆς τροπολογίας λόγον. Οὐ μὴν ἀλλὰ καὶ Πνεύματος ἐργασίᾳ τὴν ὅλην ἡμῶν ἀν έθετο φύσιν, καὶ ἀνακαινωτικὸν αὐτὸ τῆς δημιουρ γίας εἰς ἀφθαρσίαν φησὶν ὁ λόγος· Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν· ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσ ωπον τῆς γῆς. Οὐ δήπου δὲ αὐτὸς ἑαυτὸν ἀπο 29.716 στέλλει· ἀποστολὴν δὲ καλεῖ τὴν πρὸς τὸ ἔργον αὐτοῦ συγκατάβασιν, οὐ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν. Ὅτι Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Καὶ ὁ ἄγγελος τῇ Μαρίᾳ· Πνεῦμα Κυρίου ἐπελεύσε ται ἐπὶ σέ· διὸ καὶ τὸ γεννώμενον ἐκ Πνεύματος ἁγίου ἐστί. Τὸ ἔκ τινος ἢ δημιουργικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς τὸ, Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα· ἢ γεννη τικῶς, κατὰ τὸ, Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον· καὶ τὸ, Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Οὐχ ὅτι γαστέρα ἔχει ὁ Θεὸς, ἀλλ' ἐπεὶ τὰ γνήσια καὶ οὐ νόθα γεννήματα ἐκ γαστρὸς τῶν τοκέων πεφύκα σιν ἀπογεννᾶσθαι, γαστέρα ἔχειν ἑαυτὸν ἐν τῷ γεν νᾷν ὠνόμασεν ὁ Θεὸς, πρὸς ἐντροπὴν τῶν ἀσεβῶν, ἵνα, κἂν τὴν ἑαυτῶν κατανοήσαντες φύσιν, μάθωσι γνήσιον εἶναι καρπὸν τοῦ Πατρὸς τὸν Υἱὸν, ὥσπερ ἐκ τῆς ἐκείνου τυγχάνοντα γαστρός. Τὸ ἔκ τινος τοί νυν, ἢ δημιουργικῶς, ἢ γεννητικῶς, ἢ φυσικῶς ἐστιν ἐξ αὐτοῦ, ὡς ἡ ἐνέργεια ἡμῶν ἐξ ἡμῶν, ἢ ὡς τὸ ἀπαύγασμα τοῦ ἡλίου ἐξ αὐτοῦ. Εἰ τοίνυν τὸ ὑπερκόσμιον σῶμα Χριστοῦ ἐκ Πνεύματός ἐστιν ἁγίου, οὐ δυνατὸν δὲ γέννημα αὐτοῦ ὑπάρχειν, ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν. Οὐδ' αὖ πάλιν ἐξ αὐτοῦ ὡς ἐνέργεια αὐτοῦ, ὅτι ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν τῆς οὐ σίας λόγον ἐπιδέχεται ἡ ἐνέργεια. Ὑπολείπεται ἄρα ἐξ αὐτοῦ εἶναι ὡς κτίσμα αὐτοῦ. Ἀλλὰ καὶ ὁ δάκτυλος τοῦ Θεοῦ ὁ μεταβαλὼν ἐν Αἰγύπτῳ τὸν χοῦν εἰς ζῶα, τὴν ἀρχῆθεν τῶν ζώων ἀναδείξας γένεσιν, ὁ Παράκλητος ἦν, τὸ Πνεῦμα τῆς ἀληθείας. Τῶν γὰρ τριῶν εὐαγγελιστῶν φησάντων πρὸς Ἰουδαίους εἰρηκέναι τὸν Κύριον· Εἰ δὲ ἐγὼ ἐν Πνεύ ματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ· ὁ Λουκᾶς φησιν εἰρηκέναι αὐτόν· Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ Θεοῦ ἐκ βάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βα σιλεία τῶν οὐρανῶν. Οὐκοῦν καὶ τὰ διὰ Μωϋσέως γενόμενα ἐν Αἰγύπτῳ σημεῖα, ἅπερ δακτύλῳ Θεοῦ ἐγένετο, καὶ τὰ παράδοξα τοῦ Θεοῦ σημεῖα ἐτε λεσιουργεῖτο σὺν τῷ Πνεύματι. ∆άκτυλος δὲ Θεοῦ ἐν τούτοις τοῖς ὑπὸ Μωϋσέως καὶ τοῖς τοῦ Κυρίου ση μείοις εἴρηται τὸ Πνεῦμα, οὐχ ὅτι μικρά τίς ἐστι τῷ Θεῷ συνοῦσα δύναμις, καθάπερ σώματι δά κτυλος, ἀλλ' ἐπειδὴ ἕν τι τῶν κατὰ διαίρεσιν χα ρισμάτων αὐτοῦ ἐστι τὸ χάρισμα τῶν σημείων καὶ 29.717 ἰαμάτων, τὸ ἕν τι, καὶ οὐχὶ τὰ ὅλα χαρίσματα τοῦ Πνεύματος, δάκτυλον καλεῖ. Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα, ἄλλῳ δὲ χαρί σματα ἰαμάτων, ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἄλλῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.