1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

61

Ταῦ τα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Εἴποι τις ἂν, ὅτι ταῦτα πάντα καὶ ὅσα ἄλλα χαρίσματά εἰσι τοῦ Πνεύματος, ὥσπερ τι σῶμα αὐτοῦ τυγχάνει, τὸ δὲ καθ' ἓν τῶν χαρισμάτων δάκτυλος. Καὶ τοῦτο δὲ τὸ χρήσιμον τῆς λέξεως μὴ παρίδοις. Πάντα γὰρ, φήσας, ταῦτα ἐνεργεῖ τὸ Πνεῦμα καθὼς βού λεται· καὶ περὶ τοῦ Θεοῦ ὁ αὐτὸς ἔφη· Καὶ διαιρέ σεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνερ γῶν τὰ πάντα ἐν πᾶσι. Εἰ δὲ πάντα ἐνεργεῖ Θεὸς καθὼς βούλεται, πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, πῶς ἑτερότης οὐσίας, ἐν ᾗ ταυτότης ἐνερ γείας γνωρίζεται; Παρηλλαγμένων γὰρ τῶν οὐσιῶν, παρηλλαγμένας εἶναι ἔδει καὶ τὰς ἐνεργείας, κατὰ τὸν ἀσεβέστατον Εὐνόμιον. Τὴν δὲ αὐτὴν αὐθεντίαν καὶ ἐξουσίαν μαρτυρῶν τῷ Πνεύματι ὁ Σω τήρ, Τὸ Πνεῦμα, ἔφη, οὗ θέλει πνεῖ. Περὶ ἀφέσεως ἁμαρτημάτων. Ἴδιον Θεοῦ ἀφιέναι ἁμαρτίας, αὐτοῦ τοῦτο λέγον τος· Ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου· καὶ, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Ἐπειδὴ δὲ Θεὸς Θεοῦ παῖς Ἰησοῦς ἀφίησιν ἁμαρτίας τῷ παραλυτικῷ, λέγων· Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἐφ' ᾧ δυσφημεῖν ἐνο μίζετο παρὰ τοῖς μὴ εἰδόσιν αὐτὸν Θεὸν Ἰουδαίοις, λέ γουσιν ὅτι, Οὗτος βλασφημεῖ· οὐδενός ἐστιν ἁμαρ τίας ἀφιέναι εἰ μὴ μόνου Θεοῦ. Ὁ δὲ Κύριος, ἐμφυσῶν τοῖς ἁγίοις ἀποστόλοις, ἔφη· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται αὐτοῖς. Εἰ τοίνυν οὐδενός ἐστιν ἀφιέναι ἁμαρτίας, ὥσπερ οὐκ ἔστιν, εἰ μὴ μόνου Θεοῦ, ἀφίησι δὲ τὸ Πνεῦμα 29.720 τὸ ἅγιον διὰ τῶν ἀποστόλων· Θεὸς ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς αὐτῆς ἐνεργείας τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Τὰ ἔθνη φησὶ πιστεύσαντα καὶ μαθητευθέντα βαπτίζεσθαι ἐν τῷ τῆς Τριάδος ὀνόματι. Ὁ δὲ Πέτρος τοῖς συμφωνήσασιν Ἰουδαίοις εἰς τὸν κατὰ Χριστοῦ θάνατον, καὶ μεταγνοῦσι, Με τανοησάτω, ἔφη, ἕκαστος, ἀδελφοὶ, ἀπὸ τῆς κακίας ὑμῶν, καὶ ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ βαπτι σθήτω εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, καὶ σωθήσε ται· ὡς δυναμένου τὰ αὐτὰ ἐνεργεῖν τοῦ Υἱοῦ ἐπὶ τῇ τοῦ λουτροῦ παλιγγενεσίᾳ, ἅπερ Πατὴρ καὶ Πνεῦμα ἐνεργεῖ. Ὁ δὲ Κύριος τοῖς ἀποστόλοις ἔφη, Περιμένειν τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκού σατε· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι εἰς μετάνοιαν, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Εἰ τοίνυν τὰ αὐτὰ δύναται ἐνεργεῖν ἐν τοῖς ἀποστόλοις τὸ Πνεῦμα τὸ ἅγιον, ἅπερ τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐπὶ τῶν πιστευόντων ἐξ ἐθνῶν, καὶ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ ἐπὶ τῶν μετανοησάν των Ἰουδαίων (οὐ γὰρ ἂν εἴποι τις ἧττον τοὺς ἀποστό λους μετεσχηκέναι τῆς διὰ τοῦ λουτροῦ χάριτος, ἤπερ τοὺς ἐξ ἐθνῶν, διὰ τὸ ἐν Πνεύματι ἁγίῳ ἐσχηκέ ναι αὐτοὺς τὴν χάριν)· πῶς οὐ τῆς αὐτῆς οὐσίας τὸ Πνεῦμα τῷ Πατρὶ καὶ τῷ Υἱῷ, τὸ καὶ τῆς αὐτῆς ἐνεργείας; Ὅτι ἡ αὐτὴ ἐξουσία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται, ὅτι σκεῦος ἐκλογῆς μοι εἶ, οὐρανόθεν ἐπιφανεὶς τῷ Παύλῳ ὁ Κύριος ἔφη, ὅτι περ αὐτὸν κήρυκα τοῦ Εὐ αγγελίου τῇ οἰκουμένῃ κατεστήσατο. Εἰσιόντι δὲ εἰς ∆αμασκὸν Ἀνανίας ἔφη· Σαὺλ ἀδελφὲ, ἀνάβλε ψον· ὁ Θεὸς τῶν πατέρων προεχειρίσατό σε. Καὶ ἵνα μὴ περὶ Χριστοῦ νομισθῇ τὸ ῥῆμα, ἐπιλέγει· Τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ, καὶ γνῶναι τὸν δί καιον αὐτοῦ Ἰησοῦν. Ὃς δὴ τὴν κλῆσιν καὶ τὴν προχείρησιν ἀνάγραπτον ποιούμενος ἔφη· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος. Εἶτα καὶ ἄλλο τι πρὸς τῇ κλήσει λέγει· Ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Τὸ δὲ ἀφορίσαν τὸ Πνεῦμα τυγχά νειν αἱ Πράξεις τῶν ἀποστόλων ἐδίδαξαν. Νηστευόν των γὰρ, φησὶ, τῶν ἀποστόλων καὶ προσευχομέ νων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Εἰ δὲ ἐκλέγεται μὲν αὐτὸν Κύριος ὁ Θεὸς τῶν πατέρων ὃν προεχειρίσατο, ὁ