1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

61

κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην ταύ την πρός με συντελοῦνται. Εἰ δὲ μή, ἵνα γνῶ . Καί τοι σαφῶς ᾔδει τῶν ἀνθρώπων ἐκείνων τὴν πονηρίαν· ἀλλ' ὅμως ἔφη· Καταβὰς ὄψομαι , διδάσκων ἡμᾶς ἀναμένειν τῶν πραγμάτων τὴν πεῖραν. Οὗτοι δὲ οὐκ εἰς δικαστήριον ἡμᾶς καλέσαντες, οὐ φωνῆς ἡμῶν ἐπακούσαντες, οὐ τί φρο νοῦμεν μαθεῖν παρ' ἡμῶν ἐθελήσαντες, τῷ θυμῷ τῶν τῆς ἀλη θείας ἐχθρῶν τὴν ἡμετέραν σφαγὴν ἐχαρίσαντο. Ἐγὼ δὲ τὴν μὲν ἡσυχίαν ἀσπάζομαι, καὶ διαφερόντως ἐν τῷ παρόντι καιρῷ, τῶν ἀποστολικῶν παρὰ πόλλοις διαφθα ρέντων δογμάτων, καὶ τῆς καινῆς κρατυνθείσης αἱρέσεως. Ἵνα δὲ μή τις τῶν ἀγνοούντων ἡμᾶς ἀληθὲς εἶναι πιστεύσῃ τὰς καθ' ἡμῶν γεγενημένας διαβολάς, καὶ σκανδαλισθῇ νομί σας ἕτερα παρὰ τὴν εὐαγγελικὴν διδασκαλίαν φρονεῖν, ἀντι βολῶ τὴν ὑμετέραν μεγαλοπρέπειαν, ταύτην αἰτῆσαι τὴν χάριν τὴν καλλίνικον κορυφήν, ὥστε με τὴν Ἑσπέραν καταλαβεῖν καὶ παρὰ τοῖς ἐν ἐκείνῃ θεοφιλεστάτοις καὶ ἁγιωτάτοις ἐπισκόποις δικάσασθαι· καὶ εἰ ὀφθείην βραχὺ γοῦν τι παρεκ βαίνων τοῦ κανόνος τῆς πίστεως, αὐτῷ με παραδοθῆναι τῷ μεσαιτάτῳ τῆς θαλάττης βυθῷ. Εἰ δὲ οὐδὲ ταύτην ὑμῶν τὴν δέησιν δέχεται, οἰκῆσαι γοῦν με κελευσάτω τὸ ἡμέτερον μονα στήριον, ὃ τῆς μὲν Κυρρεστῶν εἴκοσι καὶ ἑκατὸν μιλίοις ἀφ έστηκε, τῆς δὲ Ἀντιόχου πέντε καὶ ἑβδομήκοντα, ἀπὸ δὲ τριῶν μιλίων τῆς Ἀπαμέων διάκειται πόλεως. Τούτων, εἰ μὲν δυνα τόν, τὸ πρότερον, εἰ δὲ μή, τὸ γοῦν δεύτερον παρασχεθῆναί μοι διὰ τοῦ ὑμετέρου μεγέθους παρακαλῶ. Οὗ τὴν μνήμην κἀν τῇ διανοίᾳ, κἀν τῇ γλώττῃ, διηνεκῶς περιφέρομεν, ἱκετεύοντες τὸν τῶν δυνάμεων Κύριον, ἀμείψασθαι τὴν ὑμετέραν μεγαλο πρέπειαν, καὶ τοῖς παροῦσι, καὶ τοῖς μέλλουσιν ἀγαθοῖς. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην, μαθὼν ὥς τινες καὶ τὴν ἐντεῦθέν μοι καττύουσι μετανάστασιν. 120 ΛΟΥΠΙΚΙΩ. Οἶμαι καὶ τοὺς τῆς ἀληθείας σχετλιάζειν ἐχθροὺς ἐπὶ ταῖς ἀδίκοις ἡμῶν καὶ παρανόμοις σφαγαῖς. Πολλῷ δὲ πλέον, ὡς εἰκός, ἀνιᾷ τοὺς τροφίμους τῆς εὐσεβείας ἡ καινὴ αὕτη καὶ παράδοξος τραγῳδία, ὧν ἡ ὑμετέρα πρωτεύει μεγαλοπρέπεια. Προσήκει δὲ τοὺς πλεῖον ἀλγοῦντας πλείονα σπουδήν τε καὶ προθυμίαν εἰσενεγκεῖν, ὥστε τὰ δυσσεβῶς καὶ παρανόμως γεγενημένα λύσιν λαβεῖν, τὸ δὲ διασπασθῆναι κινδυνεῦον σῶμα τῆς Ἐκκλησίας εἰς τὴν προτέραν συμφωνίαν ἐπανελθεῖν. Τού του δὴ χάριν παρακαλῶ τὸ ὑμέτερον μέγεθος, πνευματικῆς ἐμπορίας ἀφορμὴν νομίσαι τὸν παρόντα καιρόν· καὶ τὴν μὲν ὑπὲρ τῆς εὐσεβείας εἰσενεγκεῖν προθυμίαν, ἀντιλαβεῖν δὲ παρὰ τοῦ μεγαλοδώρου ∆εσπότου, κἀν τῷ παρόντι βίῳ τὴν μεγίστην κηδεμονίαν, κἀν τῷ μέλλοντι τὴν τῶν οὐρανῶν βασι λείαν. 121 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἔδειξεν ὁ πάντ' ἐφορῶν καὶ πρυτανεύων ∆εσπότης, καὶ τὴν ἀποστολικὴν τῶν ἡμετέρων δογμάτων ἀλήθειαν, καὶ τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ ψεῦδος. Τὰ γὰρ παρὰ τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου τῆς μεγάλης Ῥώμης ἀρχι επισκόπου τοῦ κυρίου Λέοντος, τὰ πρὸς τὸν τῆς ὁσίας μνή μης Φλαβιανὸν καὶ πρὸς τοὺς ἄλλους τοὺς ἐν Ἐφέσῳ συν αθροισθέντας γραφέντα, ἄγαν συμφωνεῖ τοῖς παρ' ἡμῶν καὶ συγγραφεῖσι καὶ ἐπ' ἐκκλησίας κηρυχθεῖσιν ἀεί. Οὗ δὴ χάριν εὐθὺς ἐντυχὼν ὕμνησα τὸν φιλάνθρωπον Κύριον, ὅτι οὐ τὰς Ἐκκλησίας παντελῶς καταλέλοιπεν, ἀλλ' ἐφύλαξε τὸν τῆς ὀρθοδοξίας σπινθῆρα· μᾶλλον δὲ οὐ σπινθῆρα, ἀλλὰ πυρσὸν μέγιστον, ἱκανὸν ἐξάψαι καὶ φωτίσαι τὴν οἰκουμένην. Ἀλη θῶς γὰρ τὸν ἀποστολικὸν ἐν οἷς ἔγραψε