62
δὲ Υἱὸς προσεκαλέσατο, τὸν αὐτὸν δ' ἀφορίζει τὸ Πνεῦ 29.721 μα, αὐθεντίᾳ φύσεως χρώμενον· πῶς ἑτερότης οὐσίας ἐν τῇ Τριάδι, ἐν ᾗ ταυτότης ἐνεργείας εὑρίσκε ται; Οἱ ἐμοὶ λόγοι, Σολομών φησιν, ὑπὸ Θεοῦ εἴρην ται· καὶ ὁ Παῦλος, ὑπὸ Χριστοῦ· Ἐπεὶ δοκιμὴν γὰρ, ἔφη, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. Οὐδὲν δὲ ἧττον καὶ τὸ Πνεῦμα ἐν ἀποστόλοις λαλεῖ. Ἐλάλουν γὰρ, φησὶν, οἱ ἀπόστολοι καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. Καὶ, Οὐκ ἐστὲ ὑμεῖς οἱ λαλοῦντες, ὁ Σωτὴρ ἔφη αὐτοῖς, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρα νοῖς, τὸ λαλοῦν ἐν ὑμῖν. Λαλεῖ δὲ καὶ ἐν προφή ταις τὸ Πνεῦμα. Τίς γὰρ δῴη, Μωϋσῆς ἔφη, πάντα τὸν λαὸν τοῦτον προφητεύειν; Ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτόν. Καὶ ὁ νέος δὲ τῆς Νέας ∆ιαθήκης προφήτης Ἄγαβος ἀνέκραγε λέγων· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· ὅπερ συνήθως οἱ τῆς Παλαιᾶς ∆ιαθήκης ἐβόων προφῆται, Τάδε λέγει Κύ ριος ὁ Θεός. Καὶ ταῦτα συνελὼν ὁ Παῦλος τὰ ἐκ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ῥηθέντα, Πᾶσα, ἔφη, Γραφὴ θεόπνευστος. Εἰ δὲ λαλεῖ ἐν ἀποστόλοις καὶ ἐν προφήταις τὸ Πνεῦμα, πᾶσα δὲ Γραφὴ θεόπνευστος, εἴπατε τοῖς ἀσεβοῦσι· Πῶς οὐ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον τυγχάνει, τῆς τούτου συγγρα φῆς θεοπνεύστου οὔσης; Ὅτι οὔτε ὀπτασία οὔτε χρησμῳδία γίνεται κεχω ρισμένως Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ἡσαΐας ὁ προφήτης, Εἶδον, ἔφη, Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρ μένου, καὶ σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἑνί. Καὶ μετ' ὀλίγα φησί· Καὶ εἶπε Κύριος πρὸς μέ· Πορεύου καὶ εἶπον τῷ λαῷ τού τῳ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέ ποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τὰ ἑξῆς. Ὅσον μὲν οὖν κατ' αὐτὴν τὴν θέσιν καὶ τὴν ἀκολουθίαν τοῦ προφητικοῦ γράμματος, ὁ ἐπὶ πάντων ἐστὶ Πατὴρ ὁ ὀφθεὶς καὶ χρησμοδοτήσας τῷ προφήτῃ· ὁ μέντοι τῆς βροντῆς υἱὸς, ἐξαίσια φθεγξάμενος, καὶ τῆς βροντῆς εἰρηκὼς φοβερώτερα, οὗ ἴδιον οὐχὶ τὸ, Οὐκ ἦν, ἀλλὰ τὸ, Ἦν ὁ Λόγος, Υἱὸν ἔφη τὸν ὀφθέντα καὶ χρησμοδοτήσαντα τῷ προφήτῃ. Λέγει γὰρ ἐν τῷ ἰδίῳ συγγράμματι· ∆ιὰ τοῦτο οὐκ ἠδύναντο οἱ Ἰου δαῖοι πιστεύειν εἰς τὸν Ἰησοῦν, διότι εἶπεν Ἡσαΐας περὶ αὐτῶν· Τετύφλωνται αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ πεπώρωται αὐτῶν ἡ καρδία, ὅπως μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ συνῶσι τῇ καρδίᾳ, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ. Ὁδὲ Παῦλος τοῦ Πνεύματος ἀπεφήνατο τὴν ὀπτασίαν εἶναι καὶ τὴν χρησμῳδίαν, λέγων· Καλῶς ἔφη τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἡσαΐου πρὸς τοὺς πατέρας ὑμῶν· Ἀκοῇ ἀκούσετε, καὶ οὐ 29.724 μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου. Ὁ προφήτης τοῦ Πατρὸς εἰσηγεῖται πρόσω πον τοῦ παρὰ Ἰουδαίοις πεπιστευμένου· ὁ εὐαγ γελιστὴς τοῦ Υἱοῦ· ὁ Παῦλος τοῦ Πνεύματος· ἕνα Κύριον Σαβαὼθ τὸν ὀφθέντα κοινῶς ὀνομάζοντες. ∆ιῄρηται αὐτοῖς ὁ περὶ τῆς ὑποστάσεως λόγος, ἀδιαιρέτου μένοντος ἐν αὐτοῖς τοῦ περὶ ἑνὸς Θεοῦ φρονήματος. Ὅτι μετέχει τοῦ ∆ημιουργοῦ τὰ κατ' εἰκόνα· τοῦτο δὲ διὰ τοῦ Πνεύματος γινόμενον. Εἰ δὲ ταῦτα συνίεσαν καὶ καλῶς ὑπήκουον οἱ καθ' ἑαυτῶν κακῶς σοφιζόμενοι, οὐκ ἂν τὸ Πνεῦμα θεότητος ἠλλοτρίουν, ἵνα μὴ θεότητος ἑαυτοὺς ἀποκόψωσι, καὶ κόσμον Θεοῦ διαστήσωσι, καὶ Θεὸν τῆς ἰδίας κτίσεως ἀποστήσωσιν. Ἄθλια μὲν γὰρ πάντα τὰ πεποιημένα πρὸς τοῦ Θεοῦ, καὶ τῆς τοῦ ∆ημιουργοῦ δόξης ἀπολειπόμενα κατὰ τὴν κτιστὴν φύσιν, εἰ μὴ μετέχει θεότητος. Ἀνάξιος δὲ ὁ λόγος περὶ Θεοῦ, τὸ γυμνὴν καὶ ὥσπερ ἔρημον ἑαυτοῦ περιορᾷν τὴν κτίσιν. Ἀλλ' οὔτε ἡ κτίσις οὕτως ἀθλία, οὔτε Θεὸς οὕτως ἀδύνατος, ὥστε τὴν ἁγίαν μετάδοσιν μὴ διαπέμπειν ἐπὶ τὰ ποιήματα. Κατ' εἰκόνα γοῦν ἑαυτοῦ εὐθὺς ποιῆσαι τὸν ἄνθρωπον βε βούληται. Πάντως δὲ ἡ εἰκὼν ἡ δημιουργουμέ νη, μεταφερομένη ἀπὸ τοῦ πρωτοτύπου, τὴν ὁμοίω σιν εἰς τὴν ὕλην εἴληφε, καὶ μετέσχηκε τοῦ χα ρακτῆρος διὰ τῆς τοῦ τεχνίτου διανοίας καὶ χειρὸς ἐναπομαχθέντος. Οὕτως ὁ