1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

64

θεότητος κτίσιν ἀνασώζει καινὴν καὶ ἄφθαρτον ἀπεργαζόμενον; Τίνος ὁ Θεὸς ἑτέρου προσεδεῖτο πρὸς τὸ τὴν ἑαυτοῦ κτίσιν διαῤῥυεῖσαν ἐπαναλαβεῖν; Σιωπάσθω λόγος ὁ δυσσεβὴς, ὁ τὴν μὲν παλαιωθεῖσαν καὶ διαφθαρεῖσαν κτίσιν ἔργον εἶναι φάσκων Θεοῦ, τὴν δὲ μηκέτι παλαιουμένην μηδὲ φθειρομένην τῇ διὰ κτίσματος ἀνακαινώσει διδούς. Μὴ δοξαζέσθω κτίσις ὑπὲρ Θεόν. ∆οξάζεται δὲ ὑπὲρ Θεὸν, εἴπερ ἀθάνατα διὰ κτίσματος καὶ ἄφθαρτα κατασκευάζεται τὰ θανάτῳ καὶ φθορᾷ λυθέντα, ἅπερ ὁ Θεὸς εἰργάσατο διὰ Υἱοῦ. Ἀλλὰ Πνεῦμα τὸ θεϊκὸν πάντων ἀεὶ τελεσιουργὸν τῶν ἐκ Θεοῦ δι' Υἱοῦ γε νομένων, ὥσπερ ἐστὶ τῆς καινῆς κτίσεως, περὶ ἧς λέγεται· Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις· οὕτω καὶ ἐπὶ τῆς πάλαι τῆς κατ' ἀρχάς. ∆ιὰ τοῦτό φησι· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐ τῶν. Ζῶν ὁ Λόγος, ἐν ᾧ γεγόνασιν οἱ οὐρανοί. Οὗτος αὐτὸς ὁ Θεὸς Λόγος, περὶ οὗ ὁ Ἰωάννης βοᾷ· Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγέ νετο οὐδὲ ἕν. Ζωὴν τὸ Πνεῦμα δείκνυσι τὸ ζωοποι οῦν, κατὰ τὸ γεγραμμένον· Ζωὴ τὸ Πνεῦμα τὸ τῶν οὐρανίων δυνάμεων ἀποτελεστικόν. Τοῦτο αὐτὸ μετὰ Πατρὸς καὶ Υἱοῦ δοξαζόμενον. Οὔτε γὰρ προ φορᾷ δημιουργεῖ ῥημάτων Θεὸς, κἂν ἀνθρωπινω τέρως ὀνομάζηται λόγια Θεοῦ προφορικὰ ῥήματα· οὔτε πνεύματος ἀερίου προχύσει κοσμοῦνται οἱ οὐρα νοί. Πνεῦμα γὰρ τῷ ζῶντι Λόγῳ συντεταγμένον εἰς τὸ δημιουργεῖν, ζῶσα δύναμις, καὶ θεία φύσις, ἄῤ ῥητος ἐξ ἀῤῥήτου στόματος πεφηκυῖα, ἀῤῥήτως 29.729 καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλ μένη, καὶ κατὰ τὸν σωματικῶς ὑπὸ τοῦ Κυρίου δι δαχθέντα τύπον, αὖθις ὑπ' αὐτοῦ δι' ἐμφυσήσεως ἀποκαθισταμένη· συντρέχειν γὰρ δεῖ τῇ κατ' ἀρχὴν καινότητι τὴν νῦν ἀνακαίνωσιν καὶ τὴν συνδρο μήν. Ἐξετύπωσεν οὖν ἐμφυσήσας, οὐχ ἕτερος ὢν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα, ἀλλ' αὐτὸς, δι' οὗ Θεὸς δέδωκε τὴν ἐμφύσησιν, τότε μὲν μετὰ ψυχῆς, νῦν δὲ εἰς ψυχήν. Οὕτω δημιουργεῖ Θεὸς, οὐ χειρῶν κινήσει σωματικῶν, ἀλλ' ἐνεργείᾳ ζῶντος Λόγου, καὶ Πνεύματος μεταδόσει ζωοποιοῦ. Εἰ δὴ καὶ κατ' ἀρχὴν ἐν Πνεύματι τὰ πάντα πεποίηται, καὶ ἀνακαι νοῦται πάλιν ἐν Πνεύματι· μία καὶ ἡ αὐτὴ προφα νῶς ἐνέργεια Θεοῦ δι' Υἱοῦ ἐν Πνεύματι φαίνεται· καὶ χωρισμὸν ἡ Τριὰς οὐ προσδέχεται, ἀλλὰ κατὰ τὴν ἀληθῆ τοῦ Παύλου διδασκαλίαν. ∆ιαιρέσεις χα ρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσι, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέ σεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνερ γῶν τὰ πάντα ἐν πᾶσι. Καὶ πάντα καταλέξας τὰ θεῖα ἐνεργήματα, Πάντα δὲ ταῦτα, φησὶ, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ὅτι συνδοξαζόμενον Θεῷ τὸ Πνεῦμα δείκνυται μὴ ὂν ποίημα, ἀλλὰ τῆς θείας φύσεως. Οὐ δὴ τῶν Θεοῦ δημιουργημάτων ἐξουσιάζει κτί σις, οὐδὲ περὶ ταῦτα ἐνεργεῖ, ἀλλ' ἑτέρα τοῦ δημι ουργοῦ, καὶ ἑτέρα τῶν δημιουργημάτων ἡ πρᾶξις. Ἄγγελοι θεωροῦσι τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς καθά φησιν ὁ Σωτὴρ, καὶ τοῦτο αὐτῶν ἡ μεγάλη δόξα καὶ μακαριότης. Ἔργα δέ εἰσι Θεοῦ, κατὰ τό· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύ ματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Θεὸς αὐτοὺς, οὐ δι' αὐτῶν ἐργάζεται· ἀλλὰ καὶ αὐτοὺς ἁγιάζει, καὶ ἐν αὐτοῖς ἐνεργεῖ, καθάπερ ἐν ἁγίοις ἀνθρώποις, οἳ καὶ ἀναγγέλλουσι τὰ Θεοῦ καθάπερ ἄνθρωποι. ∆ιόπερ οὐδὲ συνδοξάζομεν ἀγγέ λους Θεῷ, καθάπερ οὐδὲ ἀνθρώπους. Οὐ γὰρ ἴδια αὐτῶν τὰ δι' αὐτῶν εὐεργετήματα λογιζόμεθα, ἀλλὰ Θεοῦ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος. Τὸ δὲ Πνεῦμα μετὰ Θεοῦ καὶ Υἱοῦ δοξάζεται, ἅτε δὴ καὶ τῆς θεϊκῆς ἐνεργείας δι' αὐτοῦ πληρουμένης. Ἡ χάρις γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶ Παῦ λος, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Καὶ τὸ κεφά λαιον τῆς σωτηρίας ἡμῶν, καὶ ἡ τελεία περὶ θεότη τος παράδοσις, εἰς τὸν τῶν βαπτιζομένων ἁγιασμὸν, τὸ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Τὸ δὲ ἐπὶ τῶν αὐτῶν θεϊ 29.732 κῶν ἔργων τὴν ἁγίαν Τριάδα