1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

65

δοξάζεσθαι τῆς μιᾶς θεότητος μαρτύριον, ὅτι μήτε χωρὶς Υἱοῦ ποιεῖ Πα τὴρ, μήτε Υἱὸς χωρὶς Πνεύματος. Ὅτι ὡς Υἱὸς πρὸς Πατέρα ἔχει, οὕτω Πνεῦμα πρὸς Υἱόν. ∆ιὰ τοῦτο καὶ Θεοῦ μὲν λόγος ὁ Υἱὸς, ῥῆμα δὲ Υἱοῦ τὸ Πνεῦμα. Φέρων γὰρ, φησὶ, τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Καὶ ἐπειδὴ ῥῆμα Υἱοῦ, διὰ τοῦτο Θεοῦ· Τὴν μάχαιραν, φησὶ, τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Λόγος δὲ Θεοῦ καὶ ῥῆμα ζῶν καὶ ἐνεργόν. Μὴ γάρ μοι πρὸς τὰ ἀνθρώπινα καταπέσῃς ὁμοιώματα, ἀλλὰ πανταχοῦ νόει τὸ μεῖζον ἐπὶ Θεοῦ πρὸς τὴν τῆς μιᾶς ἀπόδειξιν ἐνεργείας λαμβάνων τὸ τοῦ λόγου παράδειγμα· ὅτι καὶ νοῦς ὁ σὸς διὰ λόγου πάντα περιεργάζεται. ∆ιὰ τί μὴ καὶ τὸ Πνεῦμα υἱὸς τοῦ Υἱοῦ. Ὅτι οὐ διὰ τὸ μὴ εἶναι ἐκ Θεοῦ δι' Υἱοῦ, ἀλλ' ἵνα ἡ Τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον, υἱοὺς ἐξ υἱῶν ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα. Ἀλλὰ λέγεις· Εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱὸς, Υἱοῦ δὲ τὸ Πνεῦμα, καὶ εἰ Θεοῦ μὲν λόγος ὁ Υἱὸς, ῥῆμα δὲ Υἱοῦ τὸ Πνεῦμα· διὰ τί μὴ υἱὸς τοῦ Υἱοῦ τὸ Πνεῦμα εἴρηται; Τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. Ἢ γὰρ Υἱὸν ἢ κτίσμα κελεύεις νοεῖν. Καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον, τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιὸν, τὸ Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι, τὸ τῶν θείων ἐνεργειῶν πληρωτικόν. Ἐπεὶ οὖν ἀνάξιον εἶναί σοι φαίνεται τῆς τοῦ υἱοῦ προσ ηγορίας, ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρὸς, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. Εἰ δὲ σὺ διὰ τοῦ Πνεύματος υἱὸς Θεοῦ, πῶς τὸ Πνεῦμα ξένον υἱότητος; Εἰ σὺ διὰ τοῦ Πνεύματος Θεὸς, πῶς τὸ Πνεῦμα θεότητος ἀλλότριον; Ἀντερωτήσεις δὴ πάλιν· ∆ιὰ τί δὲ τὸ τοῦ υἱοῦ μὴ εἴληφεν ὄνομα; Τοῖς μὲν γὰρ εἰρημένοις προσέχειν οὐκ ἀξιοῖς, τοῦ δὲ μὴ εἰρημένου τὴν αἰτίαν ἀπαιτεῖς, ὥσπερ ὁ Σαδδουκαῖος τὴν ἀνάστασιν οὐ δεχόμενος, ἀλλὰ τῆς ἀναστάσεως τὸν τρόπον περιεργαζόμενος, καὶ τὸ ῥηθὲν διὰ τὸ μὴ ῥηθὲν ἀθετῶν. Κἂν σιωπήσωμεν, οὐ βουλόμενοι τὰ τοῦ Θεοῦ περιεργάζεσθαι, νενικῆσθαι τὴν τοῦ θείου Πνεύματος δόξαν ὑπολαμβάνεις, διὰ τὸ μὴ κεῖ σθαι τὴν τοῦ υἱοῦ προσηγορίαν ἐπ' αὐτοῦ, ὥσπερ οὐχὶ ταυτὸν δυνάμενος ἀπαιτεῖσθαι. Εἰ γὰρ ὁμολο γεῖς υἱοὺς διὰ τὸ Πνεῦμα θέσει γίνεσθαι μυρίους, διὰ τί τὸ Πνεῦμα μηδὲ θέσει προσαγορεύεται υἱὸς, κάλλιον δήπουθεν ὂν τῶν υἱοθετουμένων χάριτι δι' 29.733 αὐτοῦ, καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὀφεῖλον ἐλαττοῦ σθαι διὰ τὴν προσηγορίαν; Ἡμεῖς δὲ καὶ περὶ τού του κατὰ τὸ δυνατὸν ἀποκρινούμεθα πρὸς ἡμᾶς αὐ τούς. Ἐπεὶ πρός γέ σε καὶ σιωπᾷν ἐξήρκει, τῆς αὐ τῆς ἐρωτήσεως ἐπικειμένης καὶ σοί. Λέγομεν οὖν, ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ Υἱοῦ τὴν Τριάδα τῆς θεό τητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἀνθρώποις ἀκούσασιν. Ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς, εἴπερ υἱὸς ἐξ Υἱοῦ γεγέννηται, καὶ ἐκ τούτου πάλιν ἕτερος ἂν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆ θος ἑξῆς. ∆ιὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι τρανῶς ἀνεκήρυξεν ὁ Ἀπόστολος, λέγων, ὅτι, Τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν. Καὶ τὸ διὰ Υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ, καὶ νοῦν Χρι στοῦ προσειπὼν, καθάπερ καὶ Θεοῦ Πνεῦμα, ὡς τοῦ ἀνθρώπου. Υἱὸν δὲ τοῦ Υἱοῦ προσειπεῖν ἐφυλά ξατο, ἵν' εἷς μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ Πατὴρ διαμέ νων, καὶ ὢν ἀϊδίως ὅ ἐστιν, εἷς δὲ Υἱὸς, ἀϊδίῳ γεν νήσει γεγεννημένος, ὁ ἀνάρχως σὺν τῷ Πατρὶ ὢν Υἱὸς ἀληθινὸς Θεοῦ, ἀεὶ ὢν ὅ ἐστι, Θεὸς Λόγος καὶ Κύριος· ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἀληθῶς ἅγιον Πνεῦμα, κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πα τρὸς καὶ Υἱοῦ συνδοξαζόμενον, ὃ δὴ καὶ Πνεῦμα στό ματος ὀνομάζεται παρὰ τῷ προφήτῃ ∆αβίδ· ὃ καὶ δάκτυλον Θεοῦ εἶναι διδασκόμεθα, ἐν τῷ Εὐαγ γελίῳ τοῦ Κυρίου λέγοντος· Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια. Εἴρηται ταῦτα, καὶ ἔστι καλῶς, ὥς ἐστι τοῖς ἀπεριέργως πιστεύουσιν εἰς Θεὸν καὶ Λόγον καὶ Πνεῦμα, μίαν οὖσαν θεότητα, τὴν καὶ μόνην προσκυνητήν. Καὶ μηδαμοῦ παρείσ δυσις γένηται πλήθους, ἀλλ' ἕκαστον ἐπὶ τῆς Τριάδος ἓν ὂν ἐπιγινώσκηται, εἷς Πατὴρ, εἷς Υἱὸς, ἓν Πνεῦμα ἅγιον. Ὅτι καὶ ἄνευ τοῦ καλεῖσθαι υἱὸν τὸ Πνεῦμα δῆλόν ἐστιν ἐκ Θεοῦ