65
ἐνεπλήσθην ὅτι μάλιστα πλείστης. Ἐπειδὴ γὰρ εἰς ἓν σῶμα τελοῦμεν οἱ τῆς ἀϊδίου Τριάδος προσκυνηταί, εἰκότως δήπου τοῖς ὑγιαίνουσι τῶν μελῶν τὰ λοιπὰ συναγάλ λεται μέλη. Τοῦτό φησι καὶ ὁ θεῖος Ἀπόστολος· Εἰ δοξά ζεται μέλος, συγχαίρει πάντα τὰ μέλη . Συνήδομαι τοίνυν ὑμῖν τῶν ἀποστολικῶν ὑπεραθλοῦσι δογμάτων καὶ τὸν Ναβουθὲ τὸν πολυθρύλητον ἐκεῖνον ἐν τοῖς ἀμείνοσι μιμουμέ νοις. Ἐκεῖνος γὰρ ὑπὲρ ἀμπελῶνος τὴν ἀδικωτάτην ὑπέστη σφαγήν, τὸν πατρῷον οὐ προέμενος κλῆρον. Ὑμεῖς δὲ οὐκ ἀμπελώνων, ἀλλὰ θείων ὑπερμαχεῖτε δογμάτων, καὶ τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν ἀποστρέφεσθε, ὡς τὸ καθαρὸν τῆς εὐαγγελικῆς θολοῦσαν διδασκαλίας, καὶ τῆς παναγίας Τριάδος τὸν ἀριθμὸν οὔτε μειοῦν οὔτε αὔξειν ἀνέχεσθε. Μειοῦσι μὲν γὰρ οἱ τῇ θεότητι τοῦ Μονογενοῦς τὸ πάθος προσάπτοντες· αὔξουσι δὲ οἱ ἕτερον Υἱὸν ἐπεισάγειν τολ μῶντες. Ὑμεῖς δὲ εἰς ἕνα Μονογενῆ πιστεύετε, καθάπερ εἰς ἕνα Πατέρα, καὶ εἰς ἓν ἅγιον Πνεῦμα. Ἐν δὲ τῷ σαρκωθέντι Μονογενεῖ τὴν ληφθεῖσαν θεωρεῖτε φύσιν, ἣν ἐξ ἡμῶν λαβὼν ὑπὲρ ἡμῶν προσενήνοχεν. Ἡ γὰρ ταύτης ἄρνησις φροῦδον τὴν ἡμετέραν σωτηρίαν ποιεῖ. Εἰ γὰρ ἀπαθὴς ἡ τοῦ Μονογε νοῦς θεότης, ἀπαθὴς γὰρ τῆς Τριάδος ἡ φύσις, τὸ δὲ πάσχειν πεφυκὸς μὴ προσομολογηθῇ παρ' ἡμῶν, μάτην θρυλεῖται τὸ μὴ γενόμενον πάθος. Τοῦ γὰρ πάσχοντος οὐκ ὄντος, πῶς ἂν γένοιτο πάθος; Ἀπαθῆ μὲν γὰρ τὴν θείαν φύσιν κηρύττομεν. Συνομολογοῦσι δὲ τοῦτο κἀκεῖνοι παραπλησίως ἡμῖν. Πῶς ἂν οὖν γένοιτο πάθος οὐχ ὑποκειμένου τοῦ πάσχοντος; ∆όκη σις γὰρ ἀντὶ τῆς ἀληθείας καὶ φαντασία φανήσεται τὸ μέγα τῆς οἰκονομίας μυστήριον. Τοῦτον δὲ τὸν μῦθον Βαλεντῖνος, καὶ Βαρδησάνης, καὶ Μαρκίων, καὶ Μάνης ἐγέννησαν. Ἡ δὲ ἀνέκαθεν ταῖς Ἐκκλησίαις παραδοθεῖσα διδασκαλία ἕνα μὲν Υἱὸν καὶ μετὰ τὴν ἐνανθρώπησιν οἶδε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· καὶ τὸν αὐτὸν ὁμολογεῖ Θεὸν προαιώνιον, καὶ ἄνθρω πον ἐπ' ἐσχάτου τῶν ἡμερῶν γενόμενον· γενόμενον δὲ ἄνθρω πον τῇ προσλήψει τῆς ἀνθρωπότητος, οὐ τῇ τροπῇ τῆς θεό τητος. Εἰ γὰρ τὴν εἰς ἀνθρωπείαν φύσιν ἡ θεία φύσις ὑπέστη τροπήν, οὐκ ἔμεινεν ὅπερ ἦν· εἰ δὲ μὴ ἔστιν ὅπερ ἦν, ψευδῶς αὐτὸν καλοῦσι Θεὸν οἱ ταῦτα θρησκεύοντες. Ἀλλ' ἡμεῖς ἄτρε πτον ἴσμεν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν, ὡς Θεόν, καὶ τοῦ ὄντως Θεοῦ Υἱόν. Μεμαθήκαμεν γὰρ παρὰ τῆς θείας Γραφῆς, ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχων ἔλαβε τὴν τοῦ δούλου μορφήν, καὶ σπέρματος Ἀβραὰμ ἐπελάβετο, οὐκ εἰς σπέρμα Ἀβραὰμ μετεβλήθη, καὶ κεκοινώνηκε παραπλησίως ἡμῖν σαρκός τε καὶ αἵματος, καὶ ψυχῆς ἀθανάτου καὶ ἀμώμου. Ταῦτα διατηρήσας, ὑπὲρ μὲν τῶν ἡμαρτηκότων σωμάτων τὸ ἀναμάρτητον αὐτοῦ προσενήνοχε σῶμα, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν πάσης ἐλευθέραν κηλῖδος. ∆ιά τοι τοῦτο καὶ τῆς κοινῆς ἀναστάσεως ἔχομεν τὴν ἐλπίδα· τῇ γὰρ ἀπαρχῇ δήπουθεν κοινωνήσει τὸ γένος· καθάπερ γὰρ τῷ Ἀδὰμ ἐκοινωνήσαμεν τῆς τελευτῆς, οὕτως δὴ καὶ τῷ Σωτῆρι Χριστῷ κοινωνήσομεν τῆς ζωῆς. Καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ θεῖος Ἀπόστολος ἐξεπαίδευσε. Νυνὶ γάρ , φησί, Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσ περ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται . Ταῦτα νῦν οὐ διδάσκων, ἀλλ' ἀναμιμνῄσκων γράφω, καὶ συντεμεῖν σπουδάσας τῆς ἐπιστολῆς ὑπερέβην, ὡς οἶμαι, τὸν ὅρον. Ἐπιστεῖλαί με δὲ προὔτρεψεν ὁ πάντα εὐλαβέστατος καὶ θεο φιλέστατος πρεσβύτερος καὶ ἀρχιμανδρίτης Μεκίμας, διὰ μὲν τὸν τῆς ἀγάπης νόμον ὁδὸν τοσαύτην ἐξανύσας, διδάξας δὲ ἡμᾶς τὸν τῆς ὑμετέρας θαυμασιότητος ζῆλον, καὶ αἰτήσας πυρσεῦσαι τοῦτον τοῖς γράμμασιν. Ἐγὼ τοίνυν καὶ τὴν αἴτησιν ἐδεξάμην, καὶ γέγραφα τὴν ἐπιστολήν, καὶ τὸν τῶν ὅλων ἱκε τεύω ∆εσπότην φρουρῆσαι ὑμᾶς ἐν τῇ πίστει καὶ κρείττους ἀποφῆναι τοῦ σινιάζοντος.