1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

67

καὶ τὸ, Πάντα δι' αὐ τοῦ ἐγένετο, συμπεριειληφέναι σοι δοκεῖ καὶ τὸ Πνεῦμα. Οὐκοῦν σοι δυὰς ἡ Τριὰς ἀποδέδεικται; Εἰ γὰρ μετὰ πάντων τὸ Πνεῦμα, πῶς μετὰ Πατρὸς καὶ Υἱοῦ; Εἰ δὲ οὐ μετὰ Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα, πῶς Τριὰς ἡ Τριάς; Καὶ πῶς ἐπὶ τῆς Τριάδος τὸ βάπτισμα τοῦ κόσμου παντὸς ἁγιαστικόν; Ἀλλὰ καὶ τῷ ὕδατι συναριθμεῖσθαι αὐτὸ φῂς, ὡς τῆς κτί σεως ὂν, ὥσπερ καὶ τὸ ὕδωρ ἐστί· λέγειν γὰρ τὸν Κύριον. Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος. Καὶ τοῦτο ἔτι μικρόν. Σὺ δὲ καὶ τῷ 29.740 περὶ τῆς γεέννης τὸ Πνεῦμα τὸ θεῖον συγκατατάττεις, διὰ τὸ λέγειν τὸν Ἰωάννην· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ταῦτα ποίαν ἀσε βείας ὑπερβολὴν κατέλιπεν, εἰ τὴν ὕδατος ἀξίαν τῷ Πνεύματι τῷ ἁγίῳ περιάπτεις, ἐπειδὴ Πνεύματος κατεφόδῳ τὸ ὕδωρ ἁγιάζεται; Ἰσάζειν γάρ σοι ἔδοξε τῷ ἁγιάζοντι τὸ ἁγιαζόμενον, καὶ Θεῷ μὲν Υἱῷ συναριθμούμενον εἰς τὴν αὐτὴν ἐνέργειαν καὶ δόξαν οὐ φρίττεις, ἰδίᾳ τὴν μίαν ἐνέργειαν καὶ δόξαν ἀνα κόπτων· ὅτι δὲ ὕδατι χρῆται πρὸς τὸν τῶν σω μάτων καθαρμὸν, διὰ τοῦτο τῆς τοῦ ὕδατος ἰσοτιμίας ἄξιον ἐλογίσω τὸ Πνεῦμα. Καὶ τὴν μὲν ἰατρικὴν, ὕλαις χρωμένην, οὐκ ἰσάξιον ταῖς ὕλαις λέγεις, ἀλλὰ κυριευτικὴν τῶν ὑλῶν· τὸ δὲ θεῖον Πνεῦμα, χρώ μενον ὕδατι πρὸς τὴν τῶν ἁμαρτίας ῥύπων ἀποκά θαρσιν, εἰς τὴν τοῦ ὕδατος ἀδοξίαν καὶ ταπεινότητα καταβέβληκας· ὕδατος, ὃ πρὸς κοινὴν χρῆσιν ἀνεῖ ται καὶ δυσσεβῶν· ὕδατος, ᾧ μολυσμοὶ σωμάτων πάντες ἀποκαθαίρονται. Ἐὰν δὲ καὶ τὸ τοῦ πυρὸς ἐνθυμηθῇς, οἷον ἐννοῆσαι τετόλμηκας; Θαυμάζω τὴν ἀπόνοιαν, εἰ μὴ δέδοικας ὄντως τὸ πῦρ. Βα πτίζει Χριστὸς ἐν Πνεύματι τοὺς ἀξίους ἁγιασμοῦ· τοὺς δὲ ἀναξίους ἐπὶ τὸ πῦρ παραπέμπει, τοὺς ἀλλο τρίους τοῦ ἀγαθοῦ τῷ κακῷ παραδιδούς. ∆ιὰ τοῦτό σοι ἄρα τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἀδελφὰ καὶ ὁμόκτιστα καὶ κοινωνὰ φαίνεται. Καὶ ἡμῶν μὲν ἐπιδεικνύν των ἐνεργείας τὰς αὐτὰς Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὐχ ὁρᾷς τὴν ἕνωσιν, οὐδ' ὅτε καταμόνας ἐν Θεοῦ δόξῃ τὸ Πνεῦμα κηρύσσεται, συνίεις τὴν θεϊκὴν δόξαν ἐπ' αὐτοῦ, λεγόντων τῶν ἀποστόλων, Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὡς οἱ προφῆται, Τάδε λέγει Κύριος. Καὶ Κυρίου πεῖραν λεγόντων τὴν τοῦ Πνεύματος πεῖραν, ὅτε φησὶ πρὸς τοὺς πειράσαν τας ὁ Πέτρος· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα Κυρίου; καὶ πρὸς τοὺς αὐτούς· Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ Θεῷ. Ἐὰν δὲ οἱ ἀπόστολοι λέγωσιν· Ἔδοξε δὲ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, οὐ συντάσσοντες ἑαυ τοὺς τῇ τοῦ Πνεύματος ἐξουσίᾳ, ἀλλ' ὑποτάσσοντες, ὡς ὑπ' αὐτοῦ χορηγούμενοι τότε, καθάπερ μίαν 29.741 γνῶσιν καὶ φρόνησιν λεγόντων ἑαυτῶν τε καὶ τοῦ Πνεύματος, καὶ μίαν ἐξουσίαν, σὺ εἰς κτίσιν τὸ Πνεῦμα κατάγειν βιάζῃ· ὥσπερ εἰ καὶ τῷ Μωσεῖ τὸν Θεὸν ἰσάζειν ἔφασκες, ἀκούων, ὅτι Ἐπίστευσεν ὁ λαὸς τῷ Κυρίῳ, καὶ Μωσεῖ τῷ θεράποντι αὐτοῦ. Ἀλλὰ δήλη ἡ διαφορὰ ∆εσπότου καὶ δούλου· ἥν περ καὶ δεικνὺς ὁ γράφων εἴρηκε· Μωσεῖ τῷ θερά ποντι αὐτοῦ. Θεὸς μὲν γὰρ ὡς ∆εσπότης καὶ ὡς ἀποστείλας Μωσέα πιστεύεται· Μωσῆς δὲ, ὡς θε ράπων ἀποσταλείς. Οὕτω δὴ καὶ τῷ Πνεύματι μὲν ἔδοξε δεσποτικῶς τὰ τῇ Ἐκκλησίᾳ δοθέντα νόμιμα, τοῖς δὲ ἀποστόλοις ὑπηρετικῶς τὰ δι' αὐτῶν ἐκφωνηθέντα προστάγματα. Ἀλλ' οὐ τὸ Πνεῦμα δοῦλον. Ὁ γὰρ Κύριος, φησὶ, τὸ Πνεῦμά ἐστι· καὶ οὗ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Καὶ δουλαγωγεῖται μὲν ἐπιτάγμασι τοῖς τοῦ Πνεύματος ὁ Ἰσραὴλ σὺν φόβῳ νουθετούμενος, υἱοθετεῖται δὲ Χριστιανῶν Ἐκκλη σία δι' ἀγάπης ἁγιαζομένη. ∆ιό φησιν ὁ Παῦλος· Οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φό βον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κρά ζομεν, Ἀββᾶ ὁ Πατήρ. Οὐ δὴ ὁ τὸ δοῦλον εἰληφὼς υἱὸς ἐκ δούλου καθίσταται, οὐδὲ διὰ τὴν δούλου μετου σίαν Πατέρα τὸν Θεὸν παῤῥησιάζεται· οὐδὲ τὸ δοῦλον τὰ τοῦ Θεοῦ πάντα ἐνεργεῖ, καθὼς βούλεται. Οὐδ' ἂν τὴν τοῦ Πνεύματος παρουσίαν, δούλου καὶ κτίσματος ὄντος, ἐπὶ πάντα διήκειν ἔφασκεν ὁ ὑμνῳδὸς, πρόσωπον αὐτὸ καὶ χεῖρα Θεοῦ προσαγο ρεύων καὶ λέγων· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύμα τός σου, καὶ ἀπὸ τοῦ