1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

67

130 ΜΑΓΝΩ ΑΝΤΩΝΙΝΩ ΠΡΕΣΒΥΤΕΡΩ ΚΑΙ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Τοὺς μὲν νύκτωρ πλέοντας οἱ τῶν λιμένων ψυχαγωγοῦσι πυρσοί· τοὺς δὲ τῆς ἀποστολικῆς προκινδυνεύοντας πίστεως, τῶν ὁμοπίστων ὁ ζῆλος. Ἱκανὴν τοίνυν ἔχομεν παραψυχὴν τῆς ὑμετέρας φιλοθεΐας τοὺς ὑπὲρ τῶν θείων δογμάτων ἀγῶ νας ἀκούοντες. Καὶ γὰρ ταύτην ὑμῖν τὴν γνώμην ὁ Μεγαλό δωρος ἐδωρήσατο, καὶ τῆς τούτων ἕνεκα φυλακῆς πάντα πόνον εἰσφέρετε. Ἐγὼ δὲ διὰ τῆς ὑμετέρας ψυχαγωγούμενος προθυ μίας μικρὰν ἀντίδοσιν εἰσφέρω, τῶν ἀγώνων ὑμᾶς τῶν θείων ἔχεσθαι παρακαλῶν, καὶ τῶν ἀντιπάλων ὡς εὐαλώτων κατα φρονεῖν-τί γὰρ ἀσθενέστερον τῶν τῆς ἀληθείας ἐστερημέ νων-πεποιθέναι δὲ τῷ εἰπόντι· Οὐ μή σε ἀνῶ, οὐδὲ μή σε ἐγκαταλίπω , καί· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος . Ἐπαμύνατε δὲ κἀμοὶ ταῖς προσευχαῖς, ἵνα θαρρῶν ἐπιλέγω· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι, τί ποιή σει μοι ἄνθρωπος . 131 ΤΙΜΟΘΕΩ ΕΠΙΣΚΟΠΩ. Οὐ μάτην ἄρα τῶν ὅλων ὁ Κυβερνήτης συγχωρεῖ τοῖς πνεύ μασι τοῖς ἐναντίοις διεγεῖραι τῆς ἀσεβείας τὰ κύματα· ἀλλ' ἵνα τῶν πλεόντων βασανίσῃ τὰς γνώμας, καὶ τῶν μὲν τὴν ἀνδρίαν γυμνώσῃ, τῶν δὲ τὴν δειλίαν ἐλέγξῃ· καὶ τοὺς μὲν τὴν τῆς εὐσεβείας ἔξωθεν περικειμένους μορφὴν γυμνοὺς δείξῃ τῶν προσωπείων, τοὺς δὲ τῆς ἀληθείας ἀνακηρύξῃ προμάχους. Τοῦτο καὶ νῦν γεγενημένον ἐθεασάμεθα. Τοῦ γὰρ χειμῶνος ἐπαναστάντος, οἱ μὲν ἐγύμνωσαν τὴν κεκρυμμένην ἀσέβειαν, οἱ δὲ προὔδοσαν ἣν εἶχον ἀλήθειαν, καὶ τῆς τῶν ἀντιπάλων ἐγένοντο φάλαγγος, καὶ μετ' ἐκείνων βάλλουσιν οὓς ἀριστέας ὠνόμαζον. Οἱ δὲ ταῦτα ὁρῶντες τοὺς μὲν πολε μίους μισοῦσι, τοὺς δὲ αὐτομόλους θρηνοῦσι, τοῖς δ' ὑπὲρ τῶν ἀποστολικῶν πολεμουμένοις δογμάτων ἐπαρκεῖν ὀρρωδοῦσιν. Εἰ δὲ καὶ βιαιότερον αὐτοῖς οἱ προδεδωκότες ἐπίθοιντο, τάχα δὴ καὶ αὐτοὶ τῶν τοξευόντων γενήσονται, καὶ τῶν ὁμοπίστων οὐ φείσονται, ἀλλὰ κατὰ τούτων τοὺς καλάμους μετὰ τῶν ὑπὸ σφῶν κατηγορουμένων ὠθήσουσι· καὶ ταῦτα παρὰ τῆς θείας δεδιδαγμένοι Γραφῆς, ὡς τὸ μὲν ἀδικῆσαι τὸν πέλας τιμωρίας ὑπεύθυνον, τὸ δέ γε ἀδικηθῆναι τῶν μεγάλων καὶ διαρκῶν ἀντιδόσεων πρόξενον. Τῆς δὲ σῆς θεοσεβείας καὶ τὸν ὑπὲρ τῆς πίστεως ζῆλον καὶ τὴν περὶ ἡμᾶς εὔνοιαν οὗτος ὁ κλύ δων ἐπέδειξεν. Καὶ γὰρ δὶς ἡμῖν ἐπέστειλας, τῶν δεδιττο μένων καταφρονήσας, καὶ τὴν ἀδελφικὴν φιλοστοργίαν διὰ τῶν γραμμάτων ἐδήλωσας, καὶ οὓς ἔχεις ἀγῶνας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἐμήνυσας. Γράψαι γὰρ ἡμᾶς ἐπέστει λας ἅπερ χρὴ περὶ τοῦ σωτηρίου πάθους καὶ φρονεῖν καὶ κηρύτ τειν. Ἐγὼ δὲ τὴν αἴτησιν ἀσπαστῶς ἐδεξάμην, καὶ ἃ παρὰ τῆς θείας ἐδιδάχθην Γραφῆς, καὶ παρὰ τῶν ταύτην ἡρμηνευ κότων Πατέρων, προθύμως ἐρῶ, οὐχ ἵνα διδάξω, ἀλλ' ἵνα τὴν τῷ Θεῷ φίλην ὑπομνήσω κεφαλήν. Ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς χρὴ πρὸ τῶν ἄλλων ἁπάντων εἰδέναι τὴν τῶν ὀνομάτων διαφοράν, καὶ πρὸς τούτῳ τῆς θείας ἐνανθρωπήσεως τὴν αἰτίαν. Τούτων γὰρ εὐκρινῶν γενομένων, οὐδεμία περὶ τοῦ πάθους ἀμφιβολία καταλειφθήσεται. Οὐκοῦν τοὺς ἀντιλέγειν πειρωμένους ἐρωτήσομεν πρότερον, τίνα μὲν τῆς ἐνανθρωπήσεως πρεσβύτερα τῶν ὀνομάτων τοῦ μονογε νοῦς Υἱοῦ τοῦ Θεοῦ, τίνα δὲ αὖ νεώτερα, μᾶλλον δὲ τῷ τῆς οἰκονομίας ἔργῳ συνεζευγμένα. Ἐροῦσι δὲ πάντως, ὡς τὸ Θεὸς, Λόγος , καὶ μονογενὴς Υἱός , καὶ Παντοκρά τωρ , καὶ Κύριος τῆς κτίσεως ἁπάσης , ἐστὶ πρεσβύ τερα· τὸ δὲ Ἰησοῦς Χριστός , τῆς ἐνανθρωπήσεως ἴδια. Ἐνανθρωπήσας γὰρ ὁ Θεὸς Λόγος, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, Ἰησοῦς Χριστὸς ὠνομάσθη· Ἰδοὺ γάρ , φησί, τίκτε ται ὑμῖν σήμερον Χριστὸς Κύριος . Ἐπειδὴ γὰρ χριστοὶ