1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

68

προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν κα ταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβω τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης· καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. Πνεῦμα γάρ ἐστι τὸ πεπληρωκὸς τὰ σύμπαντα, κατὰ τὸ γεγραμμένον· Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, φησὶν ὁ Σολομών. ∆ιὸ καὶ ἐπείπερ καθ' ἑπτὰ ἐνεργείας γινώσκεται τὸ Πνεῦμα, ἃς ὁ Ἡσαΐας ἔφρασεν, ἑπτὰ ὀφθαλμοὺς τὸ Πνεῦμα Κυ ρίου εἶπε καὶ ὁ Ζαχαρίας, οὕτω λέγων· Οὗτοι οἱ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες τὴν γῆν· καὶ τὸ λεγόμενον· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος, τὴν διὰ τοῦ θείου Πνεύματος σημαίνει πλήρωσιν· ὥσπερ καὶ διὰ τοῦ Ζαχαρίου φησὶν ὁ Θεός· Ἐγώ εἰμι ἐν ὑμῖν, καὶ τὸ Πνεῦμά μου ἐφέστη κεν ἐν μέσῳ ὑμῶν. Προείρηται δὲ καὶ ἕτερα πλείονα τοιαῦτα, περὶ τοῦ τὸ Πνεῦμα εἶναι τὸ πληροῦν τὴν κτίσιν. Τίς οὖν οὐκ αἰσθάνεται τῆς θεϊκῆς τοῦ Πνεύ ματος δόξης, ἀκούων τὸ, Ποῦ πορευθῶ ἀπὸ τοῦ 29.744 Πνεύματός σου, καὶ πάλιν· Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος. Εἰς ἓν καὶ ταυτὸν συντρέχουσαν ὁρῶ τήν τε Θεοῦ καὶ Πνεύματος λεγο μένην καθολικὴν ἐπὶ πάντα παρουσίαν. Σὺ δὲ ἐν τοῖς τοιούτοις οὐκ ἄκτιστον τὸ Πνεῦμα νοεῖν ἢ λέγειν μὴ δυνάμενος, αὐτὸν τὸν Θεὸν πνεῦμα καλεῖσθαι λέ γεις. Ἀλλ' οὐδὲ ἐγκατοικεῖ δι' ἑαυτοῦ τῇ κτίσει Θεὸς, οὔτε τὸν Θεὸν τὸ τοῦ Θεοῦ Πνεῦμα δύναιτο ἄν τις παραδέχεσθαι, σαφῶς ἀκούων τοῦ Ἀποστόλου περὶ τοῦ ἐν ἡμῖν οἰκοῦντος τοιαῦτα γράφοντος· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν. Εἰ τοίνυν ἐν τούτοις οὐδεὶς ἂν δύναιτο τὸ Πνεῦ μα τοῦ Θεοῦ τὸν Θεὸν ἀκούειν (καίτοιγε οὕτως ἡνω μένον αὐτὸ τῇ τοῦ Θεοῦ δόξῃ θεωρῶν ὡς ἀνθρώπῳ τὸ ἀνθρώπου πνεῦμα), μὴ βιαζέσθω τὸ Πνεῦμα τοῦ Θεοῦ λέγειν αὐτὸν εἶναι τὸν Θεόν. Τὸ Πνεῦμα, φησὶ, τὸ ἐμὸν ὅ ἐστιν ἐπὶ σοί· οὐ τὸν Θεὸν, ἀλ λὰ τὸ παρὰ Θεοῦ Πνεῦμα δεδήλωκε. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Τὸ Πνεῦμα τῆς χρί σεως Πνεῦμα Κυρίου κέκληκεν. Ἓν τὸ Πνεῦμα τὸ θεῖον· μὴ πλείω τοῦ ἑνὸς λεγέτω τις, κἂν πνεῦμα ὁ Θεὸς ὑπὸ τοῦ Κυρίου λέγηται. Τῇ τοῦ πνεύματος ἐπωνυμίᾳ τὸν Πατέρα δεδήλωκεν, ὅτι ἀσώματος. Ὥσπερ γὰρ τὸ Πνεῦμα ὁ Θεὸς, κατὰ τὸ, Ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν· οὕτω καὶ ὁ Θεὸς τὸ Πνεῦμα, τῆς Τριάδος μὴ διακο πτομένης μηδὲ χωριζομένης τὴν φύσιν, ὥστε καὶ τὰ ὀνόματα μὴ χωρίζεσθαι. ∆ιόπερ καὶ ἑνὸς ὄντος τοῦ Θεοῦ, Θεὸς ὁ Υἱὸς πατρικῇ φύσει καὶ πατρικῷ ὀνό ματι· καὶ ἑνὸς ὄντος Κυρίου τοῦ Υἱοῦ, Κύριος ὁ Πατὴρ τῷ τῆς εἰκόνος ὀνόματι καλούμενος, ὡς πρω τότυπος αὐτῆς καὶ γεννήτωρ· οὕτω καὶ τὸ Πνεῦμα Κύριος, ἀπὸ τοῦ Κυρίου τὴν ἐπωνυμίαν ἔχον, ἀφ' οὗ καὶ μεταδίδοται, καὶ ὁ Κύριος ἀπὸ τῆς εἰκόνος πνεῦμα· ἐπεὶ καὶ ὁ Θεὸς πνεῦμα ἀπ' αὐτοῦ προσ ηγόρευται. Οὐ δὴ τρεῖς θεοὺς, οὐδὲ τρεῖς κυρίους, οὐδὲ τρία πνεύματα διὰ τοῦτο ποιητέον, ἀλλὰ τῆς Τριάδος τὴν ἕνωσιν ἐν τῇ κοινωνίᾳ τῶν ὀνομάτων ἐπιγνωστέον. Καίτοιγε σὺ πρὸς τοσοῦτον ἀπονοίας 29.745 ἥκεις ἀφορίζων καὶ ἀφιστὰς Πατρός τε καὶ Υἱοῦ τὸ Πνεῦμα, ὥστε καὶ λέγειν ἄνευ τοῦ Πνεύματος τὴν ζωὴν αἰώνιον ἐν Πατρὶ καὶ Υἱῷ κατηγγέλθαι, διὰ τὸ λέγειν τὸν Κύριον· Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Τοιγαροῦν εἰ τὸ Πνεῦμά σοι διὰ τοῦτο ἐξῃρῆσθαι δοκεῖ, βαπτίζου χωρὶς τοῦ Πνεύματος τὸ βάπτισμα τῆς ζωῆς· εἰ δὲ ἐν Πνεύματι τὴν ζωὴν κληρονομεῖς, πῶς τὴν αἰώνιον ζωὴν ἄνευ τοῦ Πνεύματος ὀνειροπολεῖς; Εἴ τις Πνεῦμα Χριστοῦ, φησὶν, οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Πῶς ἂν οὖν εἰς αἰῶνα ζήσεις, εἰ μὴ εἴης Χριστοῦ; Οὐκ ἂν δὲ εἴης Χριστοῦ, τὸ Πνεῦμα μὴ ἔχων