1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

69

αὐτοῦ. Ἀλλὰ διατί, φῂς, οὐχὶ προσέθη κεν· Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον; Οὐκ ἀφορίζων τὸ Πνεῦμα τῆς δυάδος, ὦ οὗτοι, ἀλλὰ τοὐναντίον ἑνῶν καὶ δηλῶν ἐν Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα τὸ ἀχώριστον. Ἐπεὶ καὶ ὅτε φησὶ Παῦλος· Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, οὐ δήπου καὶ χωρὶς τοῦ Πα τρὸς τὸν ἁγιασμὸν εἰσηγήσατο, ἀλλ' ἐν Υἱῷ καὶ τὸν Πατέρα δεδήλωκεν. Καὶ ὅτε φησίν· Ἡμῖν γὰρ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος αὐτοῦ, οὐχ ὑπεξῄρηκε τὸν Υἱὸν τὸν λέγοντα· Οὐδὲ τὸν Πα τέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Εἰ δὲ, καὶ μὴ ὀνομάζων Πατέρα, δηλοῖ μετὰ τῆς υἱοῦ προσηγορίας καὶ τὸν γεννήτορα, καὶ μὴ ὀνομάζων τὸν Υἱὸν, δηλοῖ μετὰ τοῦ πατρῴου ὀνόματος καὶ τὸν γεγεννημένον· οὕτω καὶ ἔνθα τὸ Πνεῦμα μὴ ὀνομάζεται, ἐν τῷ χορηγοῦντι αὐτὸ καὶ μεταδιδόντι νοεῖται. Ἢ καὶ ὅτε φασὶν οἱ ἀπό στολοι, Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον, μόνον ὑπο ληψόμεθα τὸ Πνεῦμα νομοθετεῖν ἡμῖν καὶ προσαγο ρεύειν τὰ μέλλοντα, καὶ μὴ ἐκ Πατρὸς δι' Υἱοῦ τὴν νομοθεσίαν καὶ προφητείαν κατάρχεσθαι; Καὶ ὅτε λέγεται τὸ παιδίον ἅγιον ἐκ Πνεύματος ἁγίου γεγεννῆσθαι, οὐ χωρὶς τοῦ λόγου Πνεῦμα παραγεγο νὸς εἰς τὴν τοῦ βρέφους ὑπόστασιν ὑποληψόμεθα, καίτοι λέγοντος τοῦ Ἰωάννου ὅτι, Ὁ Λόγος σὰρξ 29.748 ἐγένετο, καὶ τῷ Λόγῳ τῆς σαρκώσεως ἐπιγραφομέ νης. Ἀλλὰ διὰ πάντων δῆλον, ὅτι καὶ ἐν τῷ Λόγῳ τὸ Πνεῦμα, καὶ ὁ Λόγος ἐν τῷ Πνεύματι, τῆς ἑνώ σεως τῆς κατὰ τὴν θειότητα μὴ διαιρουμένης. Τριάδα μὲν γὰρ ἡ τῶν τριῶν ὀνομάτων παράλη ψις ἐξαριθμεῖ, καὶ παρίστησι, τῆς δὲ Τριάδος ἔχει τὴν ἕνωσιν ἡ καθ' ἓν ὄνομα δήλωσις· ὡς τό· Ἐξ αὐ τοῦ, καὶ δι' αὐτοῦ, καὶ ἐν αὐτῷ τὰ πάντα, συνήγαγεν εἰς ἓν ὄνομα τό τε τοῦ Πατρὸς ἰδίωμα καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα· ἓν δὲ Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, καθὸ λέγεται τό· Ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Ὥστε καὶ τὸ, Ἐν Θεῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, σαφῶς ἴδιον Πνεύματος ἐν Θεῷ δηλούμενον. Οὐ δὴ κτίσματι κτίσις περι έχεται, καὶ ζῇ, καὶ ἔστι, καὶ αὐτῷ δεομένῳ στηρί ζεσθαι τῇ τοῦ πεποιηκότος δυνάμει· οὐ δὴ τῇ κτί σματος ἐνεργείᾳ Θεὸς δοξάζεται, αὐτὸς εἶναι λεγό μενος, ἐν ᾧ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· ἀλλ' ὄντως τὸ Πνεῦμα θεϊκὸν, τὰ ἐκ Θεοῦ πάντα καὶ τὰ δι' Υἱοῦ στηρίζον ἐν τῷ εἶναι. ∆ιὸ καὶ τοῦ εἶ ναι τὴν διαμονὴν δωρεῖται μεταλαμβανόμενον. Καὶ ζῶμεν ἐν αὐτῷ πάλιν οἱ πρότερον διὰ τὸν ἀπ' αὐτοῦ χωρισμὸν φθειρόμενοι. Πολλῶν δὲ ἐνόντων εἰ πεῖν ἃ δηλοῖ Θεόν τε ἐν τῇ κτίσει, καὶ τὴν κτίσιν ἐν Θεῷ, Πνεύματος ὄντα δηλωτικὰ, τοῖς εἰρημένοις ὡσπερ εὶ δείγμασι τῶν πλειόνων ἀρκεσθησόμεθα, δείξαν τες τοῖς πλανωμένοις, ὡς εἰς Θεὸν αὐτοῖς ἡ κατὰ τοῦ Πνεύματος δυσσέβεια, εἴπερ Θεοῦ δόξαν οὖσαν τὴν τοῦ Πνεύματος ἐπιγνῶναι σπουδάσωσι. Ὅτι οὐκ ἀπὸ ὁμωνυμίας ταυτότης, ἀλλ' ἀπὸ φύ σεως θείας ἑνότης γνωρίζεται. Ἀλλὰ πνεῦμα, φησὶ, λέγεται καὶ ἀνθρώπου· ὡς τὸ, Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλεί ψουσι· Πνεῦμα καὶ τὸ τοῦ Θεοῦ, ὡς τὸ, Οὐ μὴ κα ταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις· καὶ τὸ ἀνεμιαῖον· ὡς τὸ, Πνεύσει τὸ πνεῦ μα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα· καὶ ἕτερα πολλὰ 29.749 εὕροι τις ἄν. Ἀλλ' ὀρθοτέρως ἂν ἀκούσειεν ὁ εὐσεβῶς τὰ θεῖα νοήματα τεκμαιρόμενος, λέγων πρὸς τὴν τῶν ἐναντίων ἀντίθεσιν, ὅτι, εἰ νομίσειέ τις ταυ τότητα εἰσάγειν ἀπὸ τῶν ὁμωνύμων, τί ποιήσειεν, ὅτι ὄντα πολλὰ λέγεται ἢ καλεῖται; Ἑνὸς δέ ἐστι τοῦτο, λέγοντος Κυρίου καὶ ἀληθῶς Θεοῦ· Ἐγώ εἰμι ὁ ὤν. Λέγονται δὲ καὶ πατέρες πολλοὶ, καὶ θεοὶ, καὶ γεννήτορες, καὶ σοφοὶ, καὶ δυνατοὶ, καὶ δημιουργοὶ, ἃ τῷ Θεῷ μόνῳ φύσει πρόσεστιν ἀεί. Καὶ ἀγέννητα ὡσαύτως λέγονται τὰ μηδέπω γεννηθέντα, μέλλοντα δὲ γεννᾶσθαι ἢ γίνεσθαι· ὡς καὶ ἡ τῶν νεκρῶν ἀνά στασις, οὔπω γεγονυῖα, ἀγέννητος, μέλλουσα δὲ εἶναι· ἢ ὡς ἀπὸ σιδήρου δακτύλιος μέλλων γίνε σθαι, ἀγέννητος ὢν ἐν