1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

70

τῇ τοῦ σιδήρου φύσει· ἢ ὡς ὅταν ἀπὸ ὕδατος ἢ λίθου πῦρ, ἢ ἄλλης τινὸς ὕλης, ὡσαύτως τὸ τοιοῦτον γένηται πῦρ. Πάλιν ἀγέν νητον ἀνούσιον νοοῦμεν τὸ μηδαμῆ μηδαμῶς ὄν. Εἶπέ τις ἀνούσιον, ὑπόστασιν ἀνεῖλε καὶ οὐσίας ὕπαρξιν. Ἀνούσιον, καὶ ἀνυπόστατον, τὴν μὴ ὑπάρχουσαν μήτε οὖσαν ὅλως σημαίνει φύσιν. Τὸ δὲ ἐνούσιον καὶ ἀνυπόστατον λέγων τις, τὴν ἐνυπάρχουσαν οὐσίαν ἐδήλωσε. Τὸ δὲ λέγειν ἀγέννητον τὸν Θεὸν, ἢ ἀγέν νητον μετὰ τοῦ ἄρθρου, προτάξας Θεὸν, ἢ ἐπενέγκας πάλιν τὸ αὐτὸ ὄνομα, οὐκ οὐσίαν ἀνεῖλεν, οὐδὲ τὸ εἶ ναι τοῦ Θεοῦ, ταύτην δὲ καὶ μὴ γεγεννημένην εἶναι λέγει· ἀλλὰ μὴν οὐδὲ κτισθεῖσαν δηλοῖ τοῦ Θεοῦ τὴν οὐσίαν. Ἀλλ' οὐκ ἐπειδὴ τὸ εἶναι τοῦ Θεοῦ οὐκ ἀνεῖλεν, ἤδη τὸ τί εἶναι τοῦ Θεοῦ τὴν οὐσίαν ἐδήλω σεν. Οὐ λέγω ποιότητα ἢ ποσότητα, ὡς ἐκεῖνοι ἐπαγ γέλλονται ἀποδεῖξαι ματαιολογοῦντες ἀλλὰ τοῦτο, πῶς εἶναι δείκνυσι τοῦ Θεοῦ τὴν οὐσίαν ἡ τῆς ἀγεννήτου φωνῆς ὀνομασία. Τὸ δὲ πῶς εἶναί τι, καὶ αὐτὸ ἐκεῖνο ὅ ἐστιν, ὁποῖον εἶναι ἢ τί εἶναι, πολὺ μᾶλλον ἄδηλον τυγχάνει ὡς ἀνεξιχνίαστον πάσῃ κτιστῇ φύσει ὑπάρχον. Εἰ γὰρ τὰ κρίματα αὐτοῦ ἄβυσσος πολλὴ, ὥς φησιν ὁ Προφήτης, καὶ αἱ ὁδοὶ αὐτοῦ ἀνεξιχνίαστοι, οὐκοῦν πάντως καὶ ἀνεξερεύ νητοι, κατὰ τὸν Ἀπόστολον· πόσῳ μᾶλλον αὐτὸς, οὗ αἱ κρίσεις καὶ αἱ ὁδοὶ τοιαῦται; Καὶ οὐ θαῦμα εἰ αὐ τὸς ὁ Θεὸς τοιοῦτος, ὅπου γε τὰ αὐτοῦ τοιαῦτα. Εἰ γὰρ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ὀφ θαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, κατὰ τὸ γεγραμμένον· πόσῳ μᾶλ λον αὐτοῦ τοῦ τὰ τοιαῦτα παρασκευάσαντος Θεοῦ τὴν φύσιν ἀῤῥητοτέραν ἄν τις εἴποι τῶν εὐσεβῶς καὶ ἀπεριέργως εἰς αὐτὸν πιστευόντων; 29.752 Ἀλλὰ μὴν οὖν καὶ λόγοι πολλοὶ προσαγορεύον ται, εἷς δὲ ὁ τοῦ Θεοῦ ἀΐδιος, ὁ καὶ Θεὸς ἐν Εὐαγγε λίῳ κηρυσσόμενος, δι' οὗ τὰ πάντα ἐγένετο. Καὶ υἱοὶ Θεοῦ λέγονται πολλοὶ ἐν τῇ Γραφῇ, κατὰ τὸ, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· καὶ πάλιν· Υἱὸς πρωτότο κός μου Ἰσραήλ. Θέσει μέντοι καὶ χαρακτῆρί τινι υἱοθετούμενοι ἀπὸ τοῦ ἀληθινοῦ Θεοῦ, υἱοὶ θετοὶ καὶ μὴ ἀληθινοί. Ἀπὸ γὰρ φύσεως καὶ ἀληθείας ὁρ μᾶται τὰ πράγματα. Εἰ δὲ ὁ φύσει οὐσιωδῶς ἐξ αὐ τοῦ γεννηθεὶς οὐκ ἔστι κατὰ τὴν τῶν ἀνομοιουσια στῶν ἀθέτησιν, ποῦ οἱ θέσει εὑρεθήσονται; Ἀλλὰ τὰ ἀνθρωπολογούμενα οἱ ἀμαθέστατοι τῇ θεότητι ἀσε βῶς προσάπτουσι, καὶ τὰς πολυμερῶς καὶ πολυτρό πως ῥηθείσας Γραφὰς μονομερῶς ἐκλαμβάνοντες πί πτουσιν, ὁδηγεῖσθαι καλῶς οὐκ ἀνεχόμενοι. Εὐθεῖαι γὰρ αἱ ὁδοὶ τοῦ Κυρίου, καὶ δίκαιοι πορεύσονται ἐν αὐταῖς· οἱ δὲ ἀσεβεῖς ἐν ταῖς εὐθείαις προσκό πτουσι. Καὶ τὸ θαῦμα, ἀφ' ὧν ὠφελοῦνται οἱ τῇ πίστει ὑγιαίνοντες, ἀπὸ τούτων βλάπτονται οἱ νο σοῦντες περὶ ζητήσεις καὶ λογομαχίας ἀργὰς, ὡς εἶ πεν ὁ Ἀπόστολος. Ὅτι δὲ ψυχῆς νόσημά ἐστι τὸ κακῶς καὶ περιέργως ζητεῖν περὶ Θεοῦ, καὶ μάλιστα μετὰ ἀπιστίας, πᾶσι φανερόν. Εἰ γὰρ αὐτῷ τῷ παναγίῳ Θεῷ τὰ περὶ αὐτοῦ ἀπιστοῦσι· πῶς τῶν προφητῶν αὐτοῦ ἢ ἀποστόλων ἀκούσωσι, λεγόν των ἐν θείαις Γραφαῖς τὰ περὶ αὐτοῦ καὶ τῶν εἰς αὐτὸν μελλόντων ἐλπίζειν; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον τῷ Θεῷ, ὅτι ἔστι. Πιστεῦσαι· μὴ γὰρ ἀπίστως περιεργάζεσθαι ὅ τί ἐστιν· μὴ γὰρ ὅ τι οὐκ ἔστιν. Ὃ γάρ ἐστιν, ἦν, καὶ ἔστι, καὶ ἔσται ἀεί· καὶ τοῖς πᾶσι τὸ εἶναι δωρεῖται, ὡς φύσει ὢν Θεός. Τί οὖν ἀπιστεῖς, ὦ ἄνθρωπε; Ἀπιστεῖς, ὅτι ἴδιον ἔχει Υἱὸν ὁ Θεὸς, καὶ ζητεῖς πῶς ἐγέννησε Θεός; Εἰ δὲ τὸ πῶς ἐπὶ Θεοῦ ἐπερωτᾷς, πάντως καὶ τὸ ποῦ, ὡς ἐν τόπῳ, καὶ πότε, ὡς ἐν χρόνῳ συνεπερωτήσειας. Εἰ δὲ ἄτοπον ἐπὶ Θεοῦ τὸ τοιοῦτον ἐπερωτᾷν, ἀτοπώ τερον ἂν εἴη τὸ μὴ πιστεύειν. Τάχα οὔπω ἐρυθριᾷς ἐν ἀπιστίᾳ ὑπάρχων. Ζητεῖς γὰρ ἵνα εὕρῃς οὐ πί στιν, ἀλλ' ἀπιστίαν. Τοῦτο ἀληθὲς κατὰ τὸ γεγραμ μένον· Εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύ σεται σοφία. Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Φίλος Θεοῦ ὁ μακάριος Ἀβραὰμ καὶ εἴρη ται, καὶ ἔστι. Φίλος διὰ πίστιν, φίλος δι' ὑπακοὴν Θεοῦ· σὺ δὲ ἐχθρὸς διὰ ἀπιστίαν καὶ παρακοὴν Θεοῦ. Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ,