1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

71

φυγεῖν ἡμῖν πρόκειται τὴν τῶν κοινῶν ἐπιμέλειαν, καὶ πρὸς τὴν τριπόθητον ἡμῖν ἡσυχίαν παλινδρομῆσαι. Περὶ δέ γε τῶν τῆς ἀληθείας ἐχθρῶν μετὰ τοῦ Προφήτου βοῶμεν· Ἀπώ λετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου, καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει . Περὶ δέ γε ἡμῶν αὐτῶν ἐκεῖνο ψάλλομεν· Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέν με· προσελάβετό με ἐξ ὑδάτων πολλῶν, καὶ ἐρρύσατό με ἐξ ἐχθρῶν μου δυνατῶν . Ταῦτα δὲ νῦν γράφω δύο τῆς σῆς θεοσεβείας δεξάμενος ἐπιστολάς· τὴν μὲν δι' Ἀνα στασίου τοῦ Βεροιαίου πρεσβυτέρου, τὴν δὲ διὰ Θεοδότου τοῦ δρακωναρίου. Τὴν γὰρ ἄλλην οὐδεὶς ἡμῖν ἀπέδωκε, περὶ ἧς ἐν τοῖς τελευταίοις δεδήλωκας γράμμασι. Περὶ δὲ τῆς αὐτόσε πορείας οὐδὲν γράψαι δύναμαι, πρὶν ἂν γνῶ τί περὶ ἡμῶν προσέταξεν ὁ εὐσεβέστατος βασιλεύς. Οὐδέπω γὰρ ἦλθεν ὁ ταῦτα κομίζων τὰ γράμματα. 135 ΘΕΟΚΤΙΣΤΩ ΕΠΙΣΚΟΠΩ ΒΕΡΟΙΑΣ. Ἤρετό τις τὸν Σωτῆρα, καὶ Νομοθέτην, καὶ Κύριον, ποία ἐντολὴ πρώτη. Ὁ δὲ ἔφησεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου · καὶ ἐπ ήγαγεν· Αὕτη ἐστὶν ἐντολὴ πρώτη· δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . Καὶ προσέθηκεν· Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται . Ὁ τοίνυν ταύτας φυλάττων, δῆλον ὅτι πάντα πληροῖ τὸν νόμον κατὰ τὸν ∆εσπο τικὸν ὅρον· ὁ δ' αὖ παραβαίνων, παντὸς τοῦ νόμου παραβάτης ἁλίσκεται. Σκοπήσωμεν τοίνυν, τοῦ συνειδότος ὀρθῶς καὶ δικαίως δικάζοντος, εἰ τὰς θείας πεπληρώκαμεν ἐντολάς. Πληροῖ δὲ τὴν μὲν πρώτην ὁ τὴν θεόσδοτον πίστιν φυλάττων ἀκήρατον, καὶ τοὺς ταύτῃ πολεμοῦντας ὡς τῆς ἀληθείας ἐχθροὺς μυσαττόμενος, καὶ μισῶν ἐκθύμως τοὺς μισοῦντας τὸν ἀγαπώμενον· τὴν δὲ δευτέραν, ὁ τὴν τοῦ πέλας θεραπείαν περὶ πλείστου ποιούμενος, καὶ μὴ μόνον ἐν ταῖς εὐπραξίαις, ἀλλὰ κἀν ταῖς δοκούσαις δυσημερίαις διατηρῶν τῆς φιλίας τοὺς ὅρους. Οἱ δὲ τῆς μὲν οἰκείας, ὡς νομίζουσιν, ἀσφαλείας φροντίζοντες, τῶν δὲ τῆς φιλίας νόμων διὰ ταύτην ὀλιγω ροῦντες, καὶ πολεμουμένους παρορῶντες τοὺς φίλους, τῆς τῶν φαύλων εἰσί, καὶ παρὰ τοῖς ἔξω μερίδος. Ὁ δὲ τῶν ὅλων ∆εσπότης τὰ τελεώτερα παρὰ τῶν οἰκείων ἀπαιτεῖ μαθητῶν. Ἀγαπᾶτε γάρ, φησί, τοὺς ἐχθροὺς ὑμῶν. Εἰ γὰρ τοὺς ἀγαπῶντας ὑμᾶς ἀγαπᾶτε, τί πλέον ποιεῖτε ; Ἰδοὺ καὶ οἱ ἁμαρτωλοὶ καὶ οἱ τελῶναι τοῦτο ποιοῦσιν . Ἡμεῖς δὲ οὐδὲ τῆς τελωνικῆς ἀπελαύσαμεν ἀγάπης. Καὶ τί λέγω τελωνικῆς; Οὐδὲ ἧς τυγχάνουσιν οἱ ἀνδροφόνοι καὶ γόητες ἐν τοῖς δεσμωτηρίοις παραψυχῆς, ἀπελαύσαμεν. Εἰ δὲ πάντες ταύτην ἐζήλωσαν τὴν ὠμότητα, οὐδὲν ἕτερον ὑπελεί πετο, ἢ ζῶντας μὲν ὑπ' ἐνδείας ἀναλωθῆναι, τελευτήσαντας δὲ μηδὲ τάφῳ παραδοθῆναι, ἀλλὰ κυνῶν καὶ θηρῶν γενέσθαι βοράν. Ἀλλ' ἤρκεσαν ἡμῖν οἱ τοῦδε τοῦ βίου καταφρονοῦντες, καὶ τῶν αἰωνίων ἀγαθῶν προσδεχόμενοι τὴν ἀπόλαυσιν, οἳ παντοδαπῆς ἡμᾶς ψυχαγωγίας ἠξίωσαν. Ὁ δὲ φιλάνθρωπος Κύριος ἐκ τοῦ οὐρανοῦ ἠκόντισε κρίσιν. Ἡ δὲ γῆ ἐφοβήθη, καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεόν. Οἱ δὲ ἐχθροὶ αὐτοῦ ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον . Ἐστηλίτευται δὲ τὸ τῆς καινῆς αἱρέσεως ψεῦ δος, κηρύττεται δὲ προφανῶς ἡ τῶν θείων Εὐαγγελίων ἀλή θεια. Ἡμεῖς δὲ μετὰ τοῦ μακαρίου βοῶμεν ∆αβίδ· Εὐλογη τὸς ὁ Θεός, ὁ ποιῶν θαυμάσια μεγάλα μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, καὶ πληρω θήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο , γέ νοιτο. 136 ΡΩΜΥΛΩ ΕΠΙΣΚΟΠΩ . Ἐπειδὴ τῆς παλαιᾶς ἡμᾶς ἀνέμνησας ἱστορίας, καὶ τῶν Σύρων ἔφης τὸν βασιλέα,