1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

72

καὶ φάσκοντα· Ποιήσω μεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τίνι γὰρ λέγει τὸ, Ποιήσωμεν, ἢ τῷ Λόγῳ καὶ μονογενεῖ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο, κατὰ τὸν εὐαγγελιστὴν, καὶ τῷ Πνεύματι, περὶ οὗ γέγρα πται, Πνεῦμα θεῖον τὸ ποιῆσάν με; Εἰ δὲ καὶ μὴ ῥητῶς λέγει περὶ τίνων, ἢ πρὸς τίνας διαλέγεται, ὅμως ὅτι μὴ περὶ ἑαυτοῦ μόνου λέγει δῆλόν ἐστιν, ὅτε φησίν· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν· καὶ πάλιν· ∆εῦτε, καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώττας, ἵνα καὶ συναριθμουμένους νοήσῃς. Οὔτε 29.757 γὰρ εἰς ἰσοτιμίαν ἀγγέλους συντάξαι τολμήσει τις τῷ δημιουργῷ καὶ ∆εσπότῃ, οὔτε Θεῷ πάλιν ἓν πρόσωπον οἷόν τε νοεῖν, τῷ λέγεσθαι· Ὡς εἷς ἐξ ἡμῶν· καὶ, ∆εῦτε, καταβάντες συγχέωμεν. Ἐναρ γὲς δὲ καὶ τὸ περὶ τῆς καταστροφῆς Σοδόμων λεγό μενον· τό τε, Ἔβρεξε Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ· καὶ τὸ ἐν τοῖς προ φήταις παραπλησίως τούτοις εἰρημένον ἐκ προσ ώπου τοῦ Θεοῦ· Κατέστρεψα αὐτοὺς, φησὶν, ὡς κατ έστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμοῤῥα. Καὶ ἑτέ ρως φιλανθρωπευόμενος λέγει ὁ Θεός· Σώσω αὐτοὺς ἐν Κυρίῳ τῷ Θεῷ αὐτῶν· ὅπερ οὐκ ἀπέοικε τῆς ἀποστολικῆς λέξεως τῆς λεγούσης· ∆ώῃ αὐτῷ ὁ Κύ ριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Τί δὲ ὁ Ζοροβάβελ καὶ ἡ τοῦ Ζοροβάβελ σο φία; Ἆρά σοι μετρίως καὶ οὐ σαφῶς παριστάναι δοκεῖ τὴν ὑπόστασιν καὶ ζωὴν τῆς ἀληθείας, ὅτε φησί· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρα νὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει; Τίς δὲ ἡ ἀλήθεια, ἢ ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱὸς, δι' οὗ τὰ πάντα; Ἐγὼ γάρ εἰμι, φησὶν, ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Ἀλήθεια δὲ οὐκ ἔστιν, εἰ μὴ ἡ ἐκ τοῦ ἀληθινοῦ φυσικῶς καὶ ἀϊδίως ἐξ αὐτοῦ γεννηθεῖσα. ∆ιὸ ἐπιφέρει λέγων· Εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας, ὅς ἐστι Πατὴρ τῆς ἀληθείας Χριστοῦ. Χριστὸς ἡ ἀλήθεια, ὃν πᾶσα πνοὴ σέβεται καὶ τρέμει. Ὥστε ὅτι μὲν ζῶν ὁ Λόγος, καὶ πρόσ ωπον τέλειον, καὶ τὸ Πνεῦμα ὡσαύτως, ἱκανὰ καὶ τὰ νῦν εἰρημένα διδάξαι· τύποι δὲ ἀνθρώπινοι παρὰ Θεῷ πολλοὶ καὶ ἄλλοι, καὶ οὐ διὰ τοῦτο τὸν Θεὸν ἄν θρωπον ὑπολαμβάνομεν, οἷον εἰ πρόσωπον ἀκούοιμεν, ὀφθαλμούς τε καὶ ὦτα καὶ χεῖρας καὶ πόδας. Οὐδὲ τὸ καθέζεσθαι ἐν οὐρανῷ καθάπερ ἐν θρόνῳ, καὶ τὴν γῆν ὑποπόδιον τῶν ποδῶν αὐτοῦ πατουμένην σωματικῶς θέλει λέγειν περὶ Θεοῦ, ἀλλ' ὡς ὑποκει μένην τῇ θεϊκῇ ἐξουσίᾳ. Οὕτω δὲ πάλιν, ἐὰν ἀκούσῃς γαστέρα ἐπὶ Θεοῦ, μὴ πτυρῇς ὡς σωματικόν τι ἐν θυμούμενος· ἀλλὰ πνευματικόν τι ἐννοούμενος, λέξεις τι κρεῖττον, αὐτὸ τὸ γεννητικὸν τοῦ Θεοῦ ἐμφα νῶς σοι ἐξ αὐτοῦ ἀποκαλυπτόμενον. Οὕτω πάλιν, χεῖρας ἀκούων Θεοῦ, τὸ ποιητικὸν αὐτοῦ γνώριζε σαφῶς· οὖς δὲ, τὸ ἀκουστικὸν αὐτοῦ· ὀφθαλμοὺς δὲ, τὸ διορατικόν· πτέρυγας, τὸ σκεπαστικόν. Καὶ 29.760 τὰ ἄλλα πάντα ὡσαύτως, ἕκαστον ἰδίαν σώζει ἔννοιαν ὀρθοτάτην περὶ Θεοῦ, μάλιστα τοῖς ὀρθῶς πιστεύουσι. Τὰ οὖν ὀνόματα χρῆσίς ἐστιν ἀνθρώποις πρὸς γνῶσιν καὶ διάκρισιν οὐσιῶν, ἢ καὶ πραγμάτων καὶ τῶν περὶ τὰς οὐσίας ἐπινοηθέντων. Μὴ οὖν σε ξενιζέτω γαστὴρ ἐπὶ Θεοῦ· ἐπεὶ μηδὲ χεὶρ, ἢ τὰ ἄλλα τὰ προειρημένα. Οὐκοῦν οὐδὲ γέννησις ἐπὶ Θεοῦ ξενίσειέ σε, ἤ τινα τῶν ἀκουόντων. Εἰ δὲ πάθος ἐν Θεῷ γεννῶντι φοβεῖταί τις, ἔστι καὶ κτίζοντος φοβηθῆναι κίνησιν, καὶ κάματον, καὶ πρόσληψιν ὕλης, καὶ χρείαν ὀργάνων. Ταῦτα γὰρ ἐπ' ἀνθρώπων δημιουργούντων. Εἰ δὲ ταῦτα οὐ πρόσεστι Θεῷ, οὐδὲ πάθος ἐν τῷ γεννᾷν. Ἀδύνατον γὰρ τὴν ἀπαθῆ φύσιν πάθει περιπεσεῖν. Τί οὖν φο βεῖταί τις φόβον, οὗ οὐκ ἔστι φόβος; Θεὸς οὐδὲ γεννῶν ἐξ αὑτοῦ φύσει πάσχει· μὴ γένοιτο· οὔτε κτίζων ἐκ τοῦ μὴ ὄντος τι, ἢ τὸ πᾶν, κάμνει· μὴ γένοιτο, μηδὲ ῥηθείη. Εἰ δὲ τὸ ἓν φεύγεις, καὶ τὸ πᾶν· εἰ τὸ πᾶν ὁμοίως, καὶ τὸ ἕν· εἰ τὸ ἐν ἀνθρωπίνως, καὶ τὸ πᾶν· εἰ δὲ τὸ πᾶν οὐκ ἀνθρω πίνως, οὐδὲ τὸ ἕν. Εἰ γὰρ τὰ ἐξ οὐκ ὄντων ποιεῖ βουλήσει Θεὸς, τὸ πᾶν ἀκαμάτως· καὶ οὐκ ἄπιστον τοῦτο παρ' ἡμῖν. Πιστότερον δ' ἂν πᾶσι, τὸ ἐξ αὐτοῦ φύσει θείᾳ καὶ θεοπρεπῶς γεγεννηκέναι ἀπα θῶς τὸν Θεὸν Υἱὸν γνήσιον, ὁμότιμον, ὁμόδοξον, σύνθρονον, σύμβουλον καὶ συνεργὸν, ὁμοούσιον τῷ