1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

72

τῶν τοῦ Ἰσραὴλ βασιλέων τὸ φιλάνθρωπον λογισάμενον, ἱκέτου σχῆμα λαβεῖν, καὶ μὴ διαμαρτεῖν τῆς αἰτήσεως· ἀναμνήσθητι, δέσποτα, καὶ τῆς θείας ὀργῆς. Τὸν γὰρ Ἀχαὰβ τῷ ἐλέῳ χρησάμενον πανωλεθρίᾳ παρέδωκε, καὶ διὰ τοῦ προφήτου τὴν ψῆφον ἐξήνεγκεν. Ἔσται γάρ, φησίν, ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ . Ἡμεῖς δὲ κελευόμεθα διὰ τούτων κρίσει κεραννύναι τὸν ἔλεον, ὡς οὐ παντὸς ἐλέου ἀρέσκοντος τὸν τῶν ὅλων Κύριον. ∆ιαφερόντως δὲ λογισμοῦ δεῖται σώφρονος ἡ παροῦσα ὑπόθεσις. Περὶ γὰρ θείων ἀγωνι ζόμεθα δογμάτων, ἐν οἷς ἔχομεν τὴν τῆς σωτηρίας ἐλπίδα. Πολλὴν δὲ ὅμως ἔστιν ἰδεῖν κἀν τούτοις ἀνθρώπων διαφοράν. Οἱ μὲν γὰρ ἀληθῶς τὴν κοινὴν νοσοῦσιν ἀσέβειαν, οἱ δὲ ἀδια φόρως καὶ ταῦτα καὶ τὰ τούτοις ἐναντία προσφέρουσιν. Ἕτε ροι δὲ τὴν ἀλήθειαν ἐπιστάμενοι, ταύτην μὲν ἐν τοῖς τῆς ψυχῆς κατακρύπτουσι ταμιείοις, τὰ δὲ δυσσεβῆ μετὰ τῶν ἄλλων κηρύττουσιν. Ἄλλοι δὲ τοῦ φθόνου τὸ πάθος δεξάμενοι, τὸ οἰκεῖον ἔχθος ἀφορμὴν τοῦ κατὰ τῆς ἀληθείας πολέμου πεποίηνται, καὶ πᾶσαν κατὰ τῶν τῆς ἀληθείας κηρύκων εἰσ φέρουσι κακοήθειαν. Εἰσὶ δὲ οἳ τῶν μὲν ἀποστολικῶν δογμά των ἀσπάζονται τὴν ἀλήθειαν, τὴν δὲ τῶν κρατούντων δείσαντες δυναστείαν, δημοσιεῦσαι ταύτην πεφρίκασι· καὶ στένουσι μὲν καὶ ὀδύρονται τῶν κακῶν τὴν φοράν, σύνεισι δὲ ὅμως τοῖς τὰς τρικυμίας ἐγείρουσι. Ταύτης τῆς συμμορίας τὴν σὴν εἶναι θεοσέβειαν ὁριζόμεθα. Ὑγιαίνειν μὲν γὰρ αὐτὴν ἐν τοῖς θείοις δόγμασι πεπιστεύκαμεν, καὶ τὴν περὶ ἡμᾶς διασώζειν ἀγάπην νομίζομεν, διὰ μόνην δὲ δειλίαν συμπερι φέρεσθαι τῷ καιρῷ. Οὗ δὴ χάριν, οὐδενὶ τῶν ἄλλων ἐπιστέλ λοντες, τῇ σῇ φιλοθεΐᾳ καὶ γράφομεν, καὶ παρ' αὐτῆς δεχό μεθα τὰ γράμματα, τὸν μὲν σκοπὸν εἰδότες, τῇ δὲ δειλίᾳ συγγνώμην οὕτω πως νέμοντες. Ὁ δὲ φιλάνθρωπος Κύριος καὶ τὰς τῆς δειλίας παντελῶς νῦν ἀπέκοψεν ἀφορμάς, τὴν μὲν καινοτομηθεῖσαν δείξας ἀσέβειαν, τὴν δὲ τῶν Εὐαγγελίων γυμνὴν ἐπιδείξας ἀλήθειαν. Ἡμεῖς δὲ οὔτε ταῖς θριξὶν ἰσα ρίθμων ἡμῖν γενομένων στομάτων, ὑμνῆσαι κατ' ἀξίαν τὸν φιλάνθρωπον δυνάμεθα Κύριον, ὅτι τὰ παρ' ἡμῶν κηρυττό μενα, καὶ τοὺς ἐναντιωτάτους προφανῶς κηρύττειν ἠνάγκασεν. Ἠκούσαμεν γὰρ ὡς καὶ τῆς σῆς φιλοθεΐας ὁ σύνοικος, γνοὺς τοὺς ἐν ταῖς μεγάλαις πόλεσι γεγενημένους ἀναθεματισμούς, ἐπαύσατο μὲν τὴν λοξὴν τῶν καρκίνων πορείαν μιμούμενος, ἐβάδισε δὲ τὴν εὐθεῖαν περὶ δογμάτων διαλεχθεὶς ἔν τινι πανηγύρει. Χρὴ δὲ μὴ τοῖς καιροῖς προσαρμόττειν τοὺς λόγους, ἀλλ' ἀκλινῆ τῆς ἀληθείας τὸν κανόνα διασώζειν ἀεί. 137 ΚΥΡΩ ΜΑΓΙΣΤΡΙΑΝΩ. Λίαν ἤλγησα τὴν συμβᾶσαν ὑμῖν ἀθυμίαν μεμαθηκώς. Πῶς γὰρ οὐκ ἔμελλον τοῦτο πείσεσθαι, τὰ ὑμέτερα οἰκειούμενος, καὶ τῆς ἀποστολικῆς μεμνημένος νομοθεσίας, ἣ οὐ μόνον χαίρειν μετὰ χαιρόντων, ἀλλὰ καὶ κλαίειν μετὰ κλαιόντων παρεγγυᾶ; Καὶ αὐτὸ δέ γε τὸ πάθος ἱκανὸν εἰς συμπάθειαν καὶ τοὺς δυσμενεστάτους ἑλκύσαι. Τί γὰρ οὕτως ἀνιαρόν, ὡς ὁμοζύγου στερηθῆναι, ἐννόμως μὲν ἑλκυσάσης τὸν τοῦ γάμου ζυγόν, τῷ δὲ συνοίκῳ θυμήρη τὸν βίον ἐργασαμένης, καὶ τῆς οἰκίας τὰς φροντίδας μερισαμένης, καὶ τὰ μὲν ἔνδον οἰκουρη σάσης, τὰ δ' ἄλλα πάντα συγκυβερνησάσης· καὶ τὸ συνοίσειν μέλλον εἰσηγησαμένης καὶ ταῖς τοῦ ἀνδρὸς ὑποθημοσύναις εἰξάσης; Τὸ δὲ καὶ σὺν ταύτῃ τὸν ἐξ αὐτῆς φύντα, καὶ ἐπι μελῶς ἐκτραφέντα, καὶ λόγοις ἐνασκηθέντα, καὶ γηρωκόμον ἐλπισθέντα γενήσεσθαι, ἐν αὐτῷ τῷ ἦρι τῆς ἡλικίας, ἰούλων λοιπὸν καθερπόντων, παραδοῦναι τῷ τάφῳ, ποίας ἀχθηδόνος ὑπερβολὴν καταλείπει; Εἰ μὲν οὖν εἰς αὐτὴν ἀποβλέψαιμεν μόνην τοῦ πάθους τὴν φύσιν, οὐδεμίαν ψυχαγωγίαν εἰσδέχε ται. Εἰ δὲ τὸ θνητὸν τοῦ γένους εἰς