1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

73

Πατρὶ καὶ Θεῷ, καὶ οὐχ ἑτεροούσιον, οὐδὲ ἀλλότριον τῆς ἐκείνου μόνης θεότητος. Εἰ δὲ μή γε, οὐδὲ προσ κυνητός. Οὐδὲ γὰρ προσκυνήσεις θεῷ ἀλλοτρίῳ, γέγραπται· οὐδὲ πρόσφατόν τινα παραδέξασθαι θεὸν παρακελευόμεθα. Μὴ τοίνυν λέγε προσθήκην σεβά σματος, μηδ' ὅτι σεσιώπητο τοῖς παλαιοῖς ὁ Υἱὸς, ἡμῖν δὲ ἀποκεκάλυπται, εἴπερ Λόγον δημιουργὸν ὁμολο γεῖς τὸν Υἱόν. Λόγον γὰρ ᾔδεισαν οἱ πατέρες, Λόγον Θεοῦ προσεκύνουν, καὶ σὺν Λόγῳ τὸ Πνεῦμα. Μηδὲ χωρίσῃς αὐτὸν ἀπὸ τοῦ λέγοντος, Ἐγὼ Θεὸς μόνος, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ· ἵνα μὴ βλασφημεῖν ἀναγκασθῇς τὸν Υἱὸν ὡς οὐκ ὄντα Θεόν· μηδὲ χω ρίσῃς αὐτὸν ἀπὸ τοῦ λέγοντος· Ἐγὼ ἐξέτεινα τὸν οὐρανὸν μόνος, ἵνα μὴ καὶ τοῦ δημιουργὸν λέγειν τὸν Υἱὸν ἀποστῇς· ὅτι τῆς τοῦ μόνου Θεοῦ δόξης ὁ τὸν οὐρανὸν ἐκτείνας οὐ κεχώρισται. Οὐκοῦν ἐν Υἱῷ γνῶθι Πατέρα, ἐν Πατρὶ δόξασον Υἱόν. Μὴ μερίσῃς τὰ ἀμέριστα, μὴ σχίζε τὰ ἄσχιστα. Κἂν γὰρ θέλῃς, οὐ σχίζεται. Κἂν διαῤῥαγῶσιν οἱ αἱρε τικοὶ, οὐ διαῤῥήγνυται ἡ Τριάς· ἀλλ' ἔστιν ὅ ἐστι, κἂν ἑτέροις μὴ δοκῇ. Σπεῖρα γάρ ἐστιν ἡ ἁγία Τριὰς, καὶ σεβάσμιός ἐστιν ἐν μιᾷ καὶ ἀϊδίῳ δόξῃ, τὴν αὐτὴν καὶ μίαν μόνην θεότητα πανταχοῦ περι 29.761 φέρουσα, ἄῤῥηκτος, ἄσχιστος, ἀδιαίρετος, πάντα πληροῦσα, πάντα περιέχουσα, ἐν πᾶσιν οὖσα, δη μιουργοῦσα, κυβερνῶσα, ἁγιάζουσα καὶ ζωοποιοῦσα. Αὕτη ἡ θεία καὶ θαυμασιωτάτη πλοκὴ οὐ διαῤῥή γνυται, κατὰ τὸ γεγραμμένον, ὅτι Τὸ τρίπλοκον σπαρτίον οὐ διαῤῥαγήσεται. Τούτῳ τῷ νοήματι καὶ ὁ μακάριος Παῦλος γράφων που πρὸς τοὺς ὀρθῶς πιστεύοντας ἔλεγεν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοι νωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ὅταν γὰρ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι, ἀχώριστον ὁρῶ τὴν ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ τοῦτο ναοὶ Θεοῦ καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου εἰσὶ πάντες οἱ ἅγιοι, ἐν οἷς οἰκεῖ ἡ μία θεότης, καὶ μία κυριότης, καὶ ἁγιότης μία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διὰ τὸν ἕνα τοῦ βαπτίσματος ἁγιασμόν. Πρὸς τοὺς λέγοντας, ὅτι πολλάκις γέγραπται περὶ Υἱοῦ καὶ Πατρὸς, περὶ δὲ τοῦ Πνεύματος ἐν τῷ βαπτίσματι μόνον. Ἐὰν δὲ λέγῃ ὁ Πατὴρ, Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, τί εἴπωμεν περὶ τοῦ Υἱοῦ; Οὐ γέγραπται γὰρ ἐνταῦθα. Ἐὰν δὲ λέγῃ ὁ προφήτης· Ἐκεῖ συνήντησαν ἔλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλή λων· ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐχ ὑπ ελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ ∆αβίδ· Καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· ποῦ ὁ Υἱός; Ἐὰν λέγῃ ὁ αὐτός· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς πάλιν· Καὶ τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτός· Καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· Πνεῦμα θεῖον τὸ ποιῆσάν με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς Ἰώβ· Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσά με· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ ∆α βίδ· Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθή σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Οὐαὶ τέκνα ἀπο στάται, τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς 29.764 ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν Πνεῦμα φόβου Θεοῦ· πῶς χω ρίσω τὸ Πνεῦμα; Ἐὰν δὲ λέγῃ· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν· πῶς χωρίσω τὸ