73
νοῦν λάβοιμεν καὶ τὴν θείαν ψῆφον τὴν κατὰ τοῦ γένους ἐξενεχθεῖσαν, καὶ πρὸς τού τοις τὸ τοῦ πάθους κοινόν-πλήρης γὰρ τῶν τοιούτων παθη μάτων ὁ βίος-οἴσομεν γενναίως τὸ γεγονός, καὶ τὰς τῆς ἀθυμίας ἀποκρουσόμεθα προσβολάς, καὶ τὴν θαυμασίαν ἐκεί νην ᾄσομεν ὑμνῳδίαν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας . Ἡμεῖς δὲ καὶ πλείους ἔχομεν εἰς παραψυχὴν ἀφορμάς. Τὰς γὰρ τῆς ἀναστάσεως ἐλπίδας ἐναργῶς ἐδεξάμεθα καὶ τὴν τῶν τεθνεώτων προσμένομεν ἀναβίωσιν· καὶ πολλάκις ἀκηκόαμεν τοῦ ∆εσπότου ὕπνον κεκληκότος τὸν θάνατον. Εἰ δὲ πιστεύο μεν, ὡσπεροῦν πιστεύομεν, ταῖς τοῦ Σωτῆρος φωναῖς, οὐ δεῖ θρηνεῖν τοὺς κοιμηθέντας, κἂν μακρότερος ᾖ τοῦ εἰωθότος ὃ ὕπνος. Ἀλλὰ προσδέχεσθαι μὲν χρὴ τὴν ἀνάστασιν· εἰδέναι δὲ ὡς σοφὸς ὢν τῶν ὅλων ὁ Πρύτανις, καὶ οὐ τὰ παρόντα μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα γινώσκων σαφῶς, πρὸς τὸ συμφέ ρον ἰθύνει τὰ πράγματα. Τοῦτο δὴ καὶ σοφός τις εἰδὼς περὶ τῶν τοιούτων θανάτων φιλοσοφεῖ, καί φησιν· Ἡρπάγη πρὶν ἡ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ . Παραχωρήσωμεν τοίνυν, παρακαλῶ, τῷ σοφῷ τοῦ παντὸς Κυβερνήτῃ, καὶ στέρξωμεν τὰ οἰκονομούμενα, ὁποῖά ποτ' ἂν ᾖ, κἂν θυμήρη, κἂν λυπρά. Σύμφορα γὰρ ταῦτα καὶ λυσιτελῆ, καὶ φιλοσοφίας πρόξενα, καὶ στεφάνων τοῖς καρτεροῦσι παρεκτικά. 138 ΙΩΑΝΝΗ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ. Ὁ μὲν μακάριος ∆αβὶδ ἕτερά τινα πεπλημμέληκεν, ἃ καὶ ἀνάγραπτα πεποίηκεν εἰς τὴν τῶν ὕστερον ἐσομένων ὠφέ λειαν ὁ σοφῶς ἅπαντα πρυτανεύων Θεός. Ἀβεσαλῶν δὲ ὁ πατραλοίας, καὶ μιαιφόνος, καὶ δυσσεβής, καὶ παμπόνηρος τύραννος, οὐκ ἐκείνων χάριν τὴν κατὰ τοῦ πατρὸς ἀνεδέξατο λύτταν· ἀλλὰ τῆς τυραννίδος ἐπιθυμήσας, τὸν ἀδικώτατον ἐκεῖνον προείλετο πόλεμον. Ὁ μέντοι θεῖος ∆αβίδ, καὶ τούτων οὕτω γιγνομένων, τῆς εἰργασμένης ἀνεμιμνῄσκετο πλημμε λείας. Κἀγὼ τοίνυν ἕτερα μέν τινα ἐμαυτῷ σύνοιδα πλημμε λήματα, τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκαλίαν ἀκραιφνῆ διετήρησα. Οἱ δέ, καὶ τοὺς θείους καὶ τοὺς ἀνθρω πείους πατήσαντες νόμους, καὶ ἀπόντας ἡμᾶς κατακρίναντες, οὐχ ὑπὲρ ὧν ἡμάρτομεν τὴν ψῆφον ἐξήνεγκαν· οὐ γὰρ ἦν αὐτοῖς δῆλα τὰ κεκρυμμένα· ἀλλὰ ψευδολογίαν καὶ συκοφαν τίαν ὕφηναν καθ' ἡμῶν, μᾶλλον δὲ τοῖς ἀποστολικοῖς δόγμασι προφανῶς πολεμοῦντες, τὸν ἐκείνοις ἑπόμενον ἀπεκήρυξαν. Ἀλλ' ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, καὶ διήλεγξε τοὺς ἐχθροὺς αὐτοῦ, καὶ ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς . Καὶ τὰ μὲν κίβδηλα καὶ νόθα διεσκέδασε δόγματα, ἃ δὲ παρέδωκεν ἡμῖν ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, σὺν παρρησίᾳ κηρύττεσθαι παρεσκεύασεν. Ἡμῖν δὲ ταῦτα εἰς τελείαν ἀρκεῖ θυμηδίαν. Οὐδὲ γὰρ πόλεως ἐπιθυμοῦμεν, ἐν ᾗ μοχθοῦντες τὸν ἅπαντα διατετελέκαμεν χρόνον· ἀλλὰ τὴν τῶν Εὐαγγελίων ἀλήθειαν ποθοῦμεν κρατυνομένην ὁρᾶν. Τοῦτον δὲ ἡμῶν τὸν πόθον ὁ ∆εσπότης πεπλήρωκεν. ∆ιὰ τοῦτο γαννύμεθα καὶ γεγήθαμεν καὶ τὸν μεγαλόδωρον Κύριον ὑμνοῦμεν, καὶ τὴν ὑμε τέραν θεοσέβειαν τοῦτο σὺν ἡμῖν παρακαλοῦμεν ποιεῖν, καὶ ὑμνοῦντας ἱκετεῦσαι σπουδαίως, ἵνα καὶ τοὺς νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντας, καὶ πρὸς τοὺς καιροὺς μεταβαλλομέ νους, καθάπερ οἱ χαμαιλέοντες τὴν τῶν φύλλων μεταμφιέσ κονται χρόαν, ὁ φιλάνθρωπος βεβαιώσῃ Κύριος, καὶ ἐπὶ τῆς πέτρας ἐρείσῃ, καὶ δοίη πάντων προτιμᾶν τὴν ἀλήθειαν. 139 ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Ἡμεῖς μὲν ἣν ἐλάχομεν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα καὶ τοὺς ὀνησιφόρους αὐτῆς καὶ ἡδίστους τρυγῶμεν καρπούς. Ὁ δὲ φιλόχριστος ἡμῶν βασιλεύς, τῆς εὐσεβείας καρπὸν τὴν βασιλείαν δρεψάμενος, ἀπαρχὰς τῆς βασιλείας τῷ δοτῆρι τῆς