1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

75

τοῦ Θεοῦ; καὶ πάλιν· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ἐν ὑμῖν οἰκεῖ; καὶ πάλιν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Καὶ πάλιν γέγραπται· Καὶ ταῦτά τινες ἦτε, ἀλλ' ἀπελούσασθε, ἡγιά σθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ 29.768 ἡμῶν. Καὶ πάλιν· Οὐ γὰρ τολμήσω τι λέγειν ὧν οὐκ ἀπειργάσατο Χριστὸς δι' ἐμοῦ λόγῳ καὶ ἔργῳ, εἰς ὑπακοὴν ἐθνῶν, ἐν δυνάμει ση μείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Καὶ ἐν ἀρχῇ τῶν ἐπιστολῶν ὁ ἅγιος Παῦλος τοῦ Πα τρὸς μέμνηται καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύμα τος, οὕτω γράφων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐ τοῦ ἐν Γραφαῖς ἁγίαις περὶ τοῦ Υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος ∆αβὶδ κατὰ σάρκα, τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης· καὶ πάλιν· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος· καὶ πάλιν· ∆ι αιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύ ριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι· καὶ ὁ Ἰώβ· Ζῇ Κύριος ὃς οὕτω με κέκρικε, καὶ ὁ Παν τοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, Πνεῦ μα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥισίν· καὶ ὁ ∆αβίδ· Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· φῶς λέγων τὸ Πνεῦμα, καὶ ἀλήθειαν τὸν Υἱόν· καὶ ἐν ἄλλοις· ∆εῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου, καὶ τὸ Σωτήριόν σου δῴης ἡμῖν. Περὶ τοῦ Πνεύματος. Εὐθυμείσθω μὲν πᾶσα ψυχὴ ζητοῦσα περὶ τῶν θειοτέρων, εἰ ὄμμα τοιοῦτον ἔχει, ὥστε ταῦτα ζητεῖν καὶ ὁρᾷν τὰ αἰσθήσει ἀόρατα, καὶ εἰ, οὕτω ζητοῦσα, παρ' αὐτῷ τῷ ζητουμένῳ, κατὰ τὸ γε γραμμένον, οἰκεῖν δύναται. Γέγραπται γάρ· Ἐὰν ζητῇς, ζήτει, καὶ παρ' ἐμοὶ οἴκει. Οἰκεῖ δὲ τότε, ὅτε μετὰ πίστεως ζητεῖ. Κἂν γὰρ γένηται μὴ εὑρεῖν, οὐκ ἀναχωρεῖ τοῦ οἰκεῖν ἐν τῇ πίστει τοῦ ζη τουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον ∆αβίδ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώ θη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν· καὶ κατὰ τὸν πα τέρα τοῦ σεληνιαζομένου· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπὸν, ζη τήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύμα τος φύσεως, παρ' αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου 29.769 τὴν γνῶσιν. Αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων Γραφῶν μεμαθήκαμεν παρ' αὐτοῦ, αὐτό ἐστιν ὃ τοὺς ἁγίους ἐποίησε, καὶ τὴν θείαν ζωὴν παρ έχει τοῖς αἰτοῦσι παρ' αὐτοῦ τὸν Θεόν. Τῶν δὲ λαμ βανόντων ἀνάγκη εἶναι τιμιώτερον· γινομένων τού των ἁγίων, ὅταν αὐτὸ ἐπιφοιτήσῃ, καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ. Αὐτὸ δὲ ἔστιν ἀεὶ, πηγὴ ὂν τῆς ἀϊδίου ζωῆς. Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἔν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ' ἕκαστον, σκοπεί τω διάνοια, ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγεῖσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τὰς ἄλλας. Προσίτω δὲ ἡσύχῳ τῇ καταστάσει. Ἥσυχον δὲ αὐτῆς ἔστω μὴ μόνον τὸ περικείμενον σῶμα, καὶ ὁ τοῦ σώματος κλύδων, ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανὸς, γῆ, θάλασσα, καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοείτω τὰ πάντα πληρούμενα, καὶ πάν τοθεν εἰς αὐτὰ ἑστὼς τὸ Πνεῦμα, οἷον εἰσρέον καὶ εἰσχυθὲν, καὶ πάντοθεν εἰσιὸν, καὶ εἰσλάμπον. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ. Εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις. Καθάπερ γὰρ ἡλίου βολαὶ φω τίσασθαι νέφος καὶ λάμπειν ποιοῦσι, χρυσοειδῆ ὄψιν ποιοῦσαι· οὕτω καὶ Πνεῦμα ἅγιον, ἐπελθὸν εἰς ἀνθρώπου σῶμα, ἔδωκε μὲν ζωὴν, ἔδωκε δὲ ἀθανα σίαν, ἔδωκεν ἁγιασμὸν, ἤγειρε δὲ κείμενον. Τὸ δὲ κι νηθὲν κίνησιν ἀΐδιον ὑπὸ Πνεύματος ἁγίου ζῶον ἅγιον ἐγένετο. Ἔσχε δὲ ἀξίαν ἄνθρωπος, Πνεύματος εἰσοι κισθέντος, προφήτου, ἀποστόλου, ἀγγέλου Θεοῦ, ὢν πρὸ τούτου γῆ καὶ σποδός. Γένοιτο δὲ ἂν φανερωτέρα καὶ ἐναργεστέρα τοῦ Πνεύματος ἡ δύναμις