1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

75

ἀξιεπαίνῳ ζήλῳ τὴν πανεύφημον αὐτῶν βασιλείαν κρατύνωσιν. 140 ΑΣΠΑΡΙ ΥΠΑΤΙΚΩ ΚΑΙ ΠΑΤΡΙΚΙΩ. Ἔδει καὶ τοῦτο τοῖς ἄλλοις τῆς ὑμετέρας ἀνδρίας κατορθώ μασι προστεθῆναι, τὸ τὸν εὐσεβέστατον ἡμῶν καὶ φιλόχριστον βασιλέα, ὃν ἡ θεία χάρις ἐπ' εὐεργεσίᾳ τῶν ἀρχομένων ἀν έδειξε, διὰ τῆς ὑμετέρας μεγαλοφυΐας μαθεῖν τὴν τῆς καθ' ἡμῶν ἀδικίας ὑπερβολὴν καὶ λῦσαι νόμῳ νόμον δικαίῳ τὸν οὐ τοιοῦτον. Εἰ γὰρ καὶ ἡμεῖς, ὑπὸ τῆς θείας ἐρειδόμενοι Προ μηθείας, ἀφορμὴν ἀγαθῶν ἐποιήσαμεν τὴν νομισθεῖσαν τιμω ρίαν, καὶ τὴν ἡσυχίαν ἀσπαστῶς ἐδεξάμεθα· ἀλλ' οὖν ἄδικα πεπόνθαμεν καὶ παράνομα, οὐδὲν μὲν πεπλημμεληκότες ὧν ἐσυκοφάντησαν ἡμᾶς οἱ τῆς ἀληθείας ἐχθροί, τὰ δὲ τῶν τὰ μέγιστα τετολμηκότων πεπονθότες δεινά· μᾶλλον δὲ καὶ τού των ὑπέστημεν χαλεπώτερα. Ἀκρίτως γὰρ καὶ ἐκρίθημεν, καὶ ἀπόντες κατεδικάσθημεν· καὶ βασιλικοῖς γράμμασι κωλυ θέντες καταλαβεῖν τὴν Ἔφεσον, τὴν δικαιοτάτην τῶν ἱερῶν δικαστῶν ἐδεξάμεθα ψῆφον. Ἀλλὰ ταῦτα πάντα λέλυκεν ὁ γαληνότατος βασιλεύς, διὰ τὴν τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδήν. Ἐγὼ δὲ ἀδικεῖν νομίσας εἰ σιγήσαιμι καὶ μηδὲ χάριν ὁμολογήσαιμι, ἐπὶ τάδε ἦλθον τὰ γράμματα, δι' ὧν τὸ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὰς ὑπὲρ ἡμῶν εὐφημίας καὶ τῷ νικηφόρῳ καὶ φιλοχρίστῳ βασιλεῖ προσενεγκεῖν, καὶ τῇ θεοφι λεστάτῃ καὶ εὐσεβεστάτῃ Αὐγούστῃ· ὑπὲρ ὧν εἰς δύναμιν τὸν ἀγαθὸν ἱκετεύω ∆εσπότην, ὥστε αὐτῶν βεβαίαν φυλάξαι τὴν βασιλείαν, τῶν μὲν ὑπηκόων φιλανθρώπως προμηθουμένην, τοὺς δὲ πολεμίους δεδιττομένην, καὶ τὴν ἀξιέπαινον εἰρήνην πρυτανεύουσαν ἅπασιν. Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ' ἡσυ χίας τῶν τὰ θεῖα πεπαιδευμένων· τὰ μὲν ἀποστολικὰ δόγματα βεβαιούντων, ἀποκρινόντων δὲ τὰ νόθα καὶ τῆς ἀληθείας ἀλλό τρια· ἵνα καὶ τὸ ἐντεῦθεν δρέψηται κέρδος τὸ ὑμέτερον μέγε θος. 141 ΒΙΓΚΟΜΑΛΩ ΜΑΓΙΣΤΡΩ. Λίαν ἐθαύμασα γνοὺς ὅτι πάμπαν ἀγνοοῦσα τὰ καθ' ἡμᾶς ἡ ὑμετέρα μεγαλοπρέπεια, μόνην δὲ τὴν καθ' ἡμῶν ἀδικίαν μαθοῦσα, συνήγορος ἡμῶν ἀνεφάνη, καὶ πάντα πόρον ἐκίνησεν, ὥστε διαλῦσαι τὰ καθ' ἡμῶν τυρευθέντα. Ἀλλὰ τῷ μὲν ὑμετέρῳ μεγέθει δώσει πάντως τὰς ἀντιδόσεις ὁ μεγαλόδωρος Κύριος. Ὁ γὰρ ὑπὲρ σμικροῦ ὕδατος μισθὸν δώσειν ἐπαγγειλάμενος μείζους παρέξει δήπουθεν ἀμοιβὰς τοῖς τὰ μείζονα δεδωκό σιν. Ἡμεῖς δὲ τοιαῦτα πεπόνθαμεν, οὐ μόνον παρὰ τῶν προ δηλοτάτων ἐχθρῶν, ἀλλὰ καὶ παρὰ τῶν γνησίων, ὡς ὑπελαμ βάνομεν, φίλων, ὑπὸ μὲν ἐκείνων πολεμηθέντες, ὑπὸ δὲ τούτων προδοθέντες, οἷα ἢ οὐδείς, ἢ ἄγαν ὀλίγοι τῶν παλαιῶν ὑπέστησαν. Τίς γὰρ τοιαύτης δίκης ἀκήκοε πώποτε; Τίς τὸν κατηγορούμενον πρὸ πέντε καὶ τριάκοντα πεδήσας σταθμῶν, ἐκέλευσε δικάσαι τῷ μὴ παρόντι τοὺς δικαστάς; Τίς δὲ οὕτως ὠμὸς καὶ θηριώδης γεγένηται δικαστής, ὥστε δικάσαι ἀνδρά σιν, ὧν τῆς φωνῆς οὐκ ἐπήκουσε, καὶ οὐ δικάσαι μόνον, ἀλλὰ καὶ καταδικάσαι, καὶ τοῦτο λίαν ὠμῶς καὶ θηριωδῶς; Τοῦ γὰρ Κυρίου προστεταχότος τὸν πλημμελοῦντα τῶν ἀδελφῶν, καὶ τῆς συμβουλίας οὐκ ἀνεχόμενον, μετὰ πρώτην, καὶ δευτέραν, καὶ τρίτην νουθεσίαν, ὕστερον ἔχειν ὡς τὸν ἐθνικὸν καὶ τὸν τελώνην· οἱ ὀρθότατοι καὶ δικαιότατοι κριταί, οὐδὲ ὧν τοῖς ἐθνικοῖς καὶ τελώναις μεταδιδόασι, τοῖς ὁμοπίστοις μετέδο σαν. Ἐκείνους μὲν γὰρ καὶ ὁρῶσιν, καὶ ἔστιν ὅτε προσδιαλέ γονται, καὶ μετὰ