76
καὶ ἡ φύσις ἥτις ἐστὶν, εἰ ἐνθυμηθείημεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους, καὶ πᾶσαν τὴν λογικὴν φύ σιν. Ἅπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλήθει τῶν δικαίων ἔδωκεν ἑαυτό. Καὶ πᾶσα ὑπόστασις δικαίων, καὶ μεγάλων καὶ μικρῶν, καὶ ἀγγέλων καὶ ἀρχαγγέλων, ἡγίασται. Καὶ ἄλλη μὲν καὶ ἄλλη κειμένων τῶν σωμάτων, τοῦ μὲν ὧδε, τοῦ δὲ ὧδε, καὶ τῶν ἄλλων δυνάμεων ἀπ' ἀλλήλων ἐχουσῶν τι μέσον. Οὐ τὸ Πνεῦμα οὕτως, οὐδὲ μέρος αὐτοῦ ἑκάστῳ κατακερ ματισθὲν ζῇν ποιεῖ θείως, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ 29.772 αὐτοῦ δυνάμει. Καὶ πάρεστι πανταχοῦ τῷ ἐκπέμ ποντι αὐτὸ Θεῷ ὁμοιούμενον, καὶ κατὰ τὸ εἶναι, καὶ κατὰ τὸ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως εἶναι. Καὶ εὐαγγελιζόμενος τὴν Μαριὰμ ὁ Γαβριὴλ, καὶ ἄλλος ἀλλαχοῦ τινα τῶν ἁγίων· καὶ προφητεύων ἕκαστος τῶν προφητῶν· καὶ Παῦλος ἐν Ῥώμῃ εὐαγγελιζό μενος· καὶ Ἰάκωβος ἐν Ἱερουσαλήμ· καὶ Μάρκος ἐν Ἀλεξανδρείᾳ· καὶ ἄλλος ἐν ἄλλῃ πόλει, ἐπληροῦντο τῷ Πνεύματι, οὐδενὸς διαστήματος κωλύοντος ἐν τῷ αὐτῷ ἐνεργεῖσθαι τὴν αὐτὴν χάριν. Καὶ θεός ἐστι διὰ τοῦτο ἕκαστος τῶν ἁγίων. Εἴρηται γὰρ πρὸς αὐτοὺς παρὰ τοῦ Θεοῦ· Ἐγὼ εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· καὶ, Θεὸς θεῶν, δηλονότι τῶν ἁγίων, Κύριος ἐλάλησε· καὶ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, δηλονότι τῶν ἁγίων. Ἀνάγκη δὲ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι θεῖον Πνεῦμα καὶ ἐκ Θεοῦ εἶναι. Ὡς γὰρ τοῖς καυστικοῖς αἴτιον τοῦ καυστικοὺς εἶναι, ἀνάγκη καυστικὸν εἶναι, καὶ τὸ ἁγίοις αἴτιον τοῦ ἁγίους εἶναι ἀνάγκη ἅγιον εἶναι· οὕτω καὶ τὸ θεοῖς αἴτιον τοῦ θεοὺς εἶναι ἀνάγκη Θεὸν εἶναι. Οὕτω δὴ τοιούτου ἀγαθοῦ καὶ θείου ὄντος κτήματος τοῦ Πνεύματος, πιστεύσας ἤδη τῷ τοιούτῳ, Χριστὸν τὸν τούτου χορηγὸν ἐπιζη τεῖν μὴ δειλία. Οὐδεὶς γὰρ δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν Πνεύματι ἁγίῳ. Καὶ ἣν προΐεται δὲ ζωὴν εἰς ἄλλου ὑπόστασιν τὸ Πνεῦμα, οὐ χωρίζε ται αὐτοῦ, ἀλλ' ὥσπερ πυρὸς τὸ μέν ἐστιν ἡ συνοῦσα θερμότης, τὸ δὲ, ἣν παρέχει τῷ ὕδατι, ἢ ἑτέρῳ τινὶ τῶν τοιούτων, οὕτω καὶ αὐτὸ καὶ ἐν ἑαυτῷ ἔχει τὴν ζωήν· καὶ οἱ μετέχοντες αὐτοῦ ζῶσι θεοπρεπῶς, ζωὴν θείαν καὶ οὐράνιον κεκτημένοι. Πάντα γὰρ ἐν ἑαυτῷ τὰ ἀθάνατα περιέχει· νοῦν πάντα, ἄγγελον πάντα, ψυχὴν πᾶσαν, καὶ οὐδὲ ζητεῖ μεταβολὴν, εὖ ἔχον, οὐδὲ μετελθεῖν, πάντα παρ' ἑαυτῷ ἔχον. Ἀλλ' οὐδὲ αὔξησιν ἐπιζητεῖ, τελειότατον ὄν. ∆ιὸ καὶ παρ' αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλὴ, ἀσφάλεια, εὐσέ βεια, γνῶσις, ἁγιασμὸς, ἀπολύτρωσις, πίστις, ἐνερ γήματα δυνάμεων, χαρίσματα ἰαμάτων, καὶ ὅσα τούτοις παραπλήσια· οὐδὲν ἔχον ἐν ἑαυτῷ ἐπίκτη τον· ἀλλ' ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνὸς, αἴτιον αὐτὸν ἔχον ὡς πη γὴν ἑαυτοῦ, κἀκεῖθεν πηγάζον. Πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι· τὰ δὲ ἐξ αὐτοῦ πηγά ζοντα ἐνέργειαι αὐτοῦ εἰσι. Τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ· ἐξέχεεν, οὐκ ἔκτισεν· ἐχαρίσατο, οὐκ ἐποίησεν· ἔδωκεν, οὐκ ἐδημιούργησεν. Ἐκ παραλ 29.773 λήλου τὰ αὐτὰ λέγω, ἐπειδὴ σὲ πανταχόθεν ἑδραῖον εἶναι δεῖ. Ὁ παρὰ τούτου τοῦ Πνεύματος διδασκό μενος τί εἴπῃ ἐν τῇ τῶν ἀνακρινόντων ἀπολογίᾳ, διδακτὸς Θεοῦ ἀκούει παρὰ τοῦ προφήτου φήσαντος· Καὶ ἔσονται πάντες διδακτοὶ Θεοῦ. Πολὺ οὖν τοῦτο τὸ θεῖον ἐν ψυχῇ λογικῇ ὑπάρχει, εἰ μὴ διὰ ῥᾳθυ μίαν ἑαυτῆς ἀποστατεῖν θέλοι. Προσπελάσασα δὲ αὐτῷ καὶ οἱονεὶ ἓν γενομένη, ἀκούει· Ὁ δὲ κολ λώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. Αὐτῷ ἡ δόξα. Ἀμήν.