76
πλείστης ὅσης τιμῆς, εἴπερ τινὰ ἔχοιεν ἀξιώματος περιφάνειαν· ἡμᾶς δὲ προσέταξαν μὴ στέγης, μὴ ὕδατος, μὴ ὅλου μεταλαχεῖν. Οὕτως ἐβουλήθησαν μιμηταὶ γενέσθαι τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν οὐρανοῖς, ὃς ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθούς, καὶ βρέ χει ἐπὶ δικαίους καὶ ἀδίκους . Ἀλλὰ τούτους μὲν ἐάσω. Ἐγγὺς γὰρ τὸ τοῦ ∆εσπότου κριτήριον, ἔνθα οὐ ζητεῖται σχημάτων ὑπόκρισις, ἀλλὰ πραγμάτων ἀλήθεια. Τὸ δὲ ὑμέτε ρον παρακαλῶ μέγεθος, τὴν ὑπὲρ ἡμῶν τῆς χάριτος ὁμολογίαν τῷ φιλοχρίστῳ καὶ νικηφόρῳ προσενεγκεῖν βασιλεῖ, καὶ τῇ εὐσεβεστάτῃ καὶ θεοφιλεστάτῃ Αὐγούστῃ, ὅτι τῇ εὐσεβεῖ βα σιλείᾳ ῥίζαν ἔδωκαν ἰσχυρὰν τὴν εὐσέβειαν, καὶ ἀντιβολῆσαι αὐτῶν τὸ κράτος, βεβαίαν πρυτανεῦσαι ταῖς Ἐκκλησίαις τὴν εἰρήνην, καὶ σύνοδον ἀθροισθῆναι κελεῦσαι, μὴ τῶν ταραχο ποιῶν, πάλιν ἀνθρώπων διακυκώντων τὸν σύλλογον, ἀλλὰ τῶν τῆς ἀληθείας ἐραστῶν, τὴν ἀποστολικὴν κρατυνόντων διδα σκαλίαν, καὶ ἀποκηρυττόντων τὴν καινὴν ταύτην καὶ κίβδηλον αἵρεσιν· ἵνα καὶ τῶν ἀξιεράστων τούτων πόνων παρὰ τοῦ φιλανθρώπου Κυρίου κομίσησθε τοὺς καρπούς. 142 ΜΑΡΚΕΛΛΩ ΑΡΧΙΜΑΝ∆ΡΙΤΗ ΤΩΝ ΑΚΟΙΜΗΤΩΝ. Λαμπρύνει μὲν ὑμῶν τὴν θεοσέβειαν ὁ ἀξιέπαινος βίος, τῆς τῶν ἀγγέλων πολιτείας ἐν τῇ γῇ τὴν εἰκόνα δεικνύς· λαμπρότερον δὲ τοῦτον ἀπέφηνεν ὁ ὑπὲρ τῆς ἀποστολικῆς πίστεως ζῆλος. Ὅπερ γάρ ἐστι πλοίῳ μὲν τρόπις, οἰκίᾳ δὲ θεμέλιος, τοῦτο τοῖς εὐσεβεῖν προαιρουμένοις ἡ τῶν εὐαγγε λικῶν δογμάτων ἀλήθεια. Ταύτης δὲ πολεμηθείσης ἐκθύμως ὑπερηθλήσατε, οὐχ ὡς ἀσθενούσης προκινδυνεύοντες, ἀλλὰ τὴν φιλόθεον ἐπιδεικνύντες διάθεσιν. Ἡ γὰρ τοῦ ∆εσπότου Χριστοῦ διδασκαλία τὸ σταθερὸν ἔχει καὶ βέβαιον, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος ὑπόσχεσιν· Πύλαι γὰρ ᾅδου, φησίν, οὐ κατισχύσουσιν αὐτῆς . Ὑπὲρ ταύτης καὶ ἡμᾶς ἀτιμασθῆ ναι καὶ σφαγῆναι ὁ φιλάνθρωπος καὶ μεγαλόδωρος ἠξίωσε Κύριος. Τὴν γὰρ δὴ ἀτιμίαν τιμήν, καὶ τὴν σφαγὴν ζωὴν ὑπει λήφαμεν. Ἠκούσαμεν γὰρ τοῦ Ἀποστόλου λέγοντος, ὅτι Ἡμῖν ἀπὸ Θεοῦ ἐχαρίσθη οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν . Ἀνέστη δὲ τάχιστα ὡς ὁ ὑπνῶν Κύριος, καὶ ἐνέφραξε μὲν τὰ στόματα τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ βλασφημίαν, καὶ καθ' ἡμῶν ἀδι κίαν· τὰς δὲ τῶν εὐσεβούντων γλώττας εἰς τὴν συνήθη ἀπο στολὴν τὰ νάματα προχεῖν παρεσκεύασεν. Ἡμεῖς δὲ τῆς ἡσυχίας τοὺς ἀξιεράστους τρυγῶμεν καρπούς· καὶ τὴν μὲν τῶν Ἐκκλησιῶν ζάλην ὁρῶντες ἀλγοῦμεν, γαννύμεθα δὲ καὶ εὐφραινόμεθα φροντίδων ἀπηλλαγμένοι. Τῇ δὲ θεοσεβείᾳ σου ἀεὶ μὲν συνήσθημεν διὰ πάντα θαυμαζομένῃ· μέχρι δὲ τοῦ παρόντος οὐκ ἐγράψαμεν, οὐ τῶν τῆς ἀγάπης νόμων ὀλιγω ροῦντες, ἀλλ' ἀφορμήν τινα λαβεῖν γραμμάτων προσμένοντες. Αὐτίκα νῦν τοῖς εὐσεβεστάτοις καὶ συνετωτάτοις συντετυχη κότες μονάζουσιν, οἳ παρὰ τῆς σῆς ὁσιότητος ἑτέρων εἵνεκα χρειῶν ἀπεστάλησαν, εὐθὺς δεδράκαμεν τὸ ποθούμενον, καὶ τὴν θεοφιλῆ σου περιπτυσσόμενοι κεφαλήν, παρακαλοῦμεν πρῶτον μὲν ἡμᾶς ἀνέχειν ταῖς προσευχαῖς, ἔπειτα δὲ καὶ γράμμασιν εὐφραίνειν. ∆ιὰ γὰρ τὴν θείαν χάριν ὑπὲρ τῶν ἀποστολικῶν πεπολεμήμεθα δογμάτων. 143 ΤΩ ΑΥΤΩ. Καὶ ἤδη δι' ἑτέρων γραμμάτων τὴν σὴν προσείπομεν θεοσέ βειαν, τοῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς ὑμετέροις τὴν ἐπιστο λὴν δεδωκότες· καὶ νῦν δὲ πάλιν προσφθεγγόμεθά σου τὴν ἁγιότητα. Προτρέπει γὰρ ἡμᾶς τοῦτο ποιεῖν καὶ ὁ ἀξιάγαστος ὑμῶν βίος, καὶ ὁ ἀξιέπαινος ζῆλος, ὃν ὑπὲρ τῆς ἀποστολικῆς ἐπεδείξασθε πίστεως, οὐ βασιλικὴν δείσαντες δυναστείαν, οὐκ ἐπισκοπικὴν συμφωνίαν. Εἰ γὰρ καὶ τῶν