78
ἐπειγόμενον. 145 ΤΟΙΣ ΣΤΡΑΤΙΩΤΑΙΣ. Μία μὲν πάντων ἀνθρώπων φύσις, αἱ δὲ τῶν βίων προαι ρέσεις πολλαὶ καὶ διάφοροι. Οἱ μὲν γὰρ ναυτικόν, οἱ δὲ πολε μικὸν αἱροῦνται βίον· καὶ οἱ μὲν ἀθλητικόν, οἱ δὲ γεωργικόν· καὶ οἱ μὲν τήνδε, οἱ δὲ τήνδε τὴν τέχνην μεταχειρίζουσι. Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώ πων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολι κῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν· οἱ δὲ γαστρὶ δου λεύουσι, καὶ τῶν αἰσχρῶν ἡδονῶν τὴν ἀπόλαυσιν εὐημερίαν ὑπολαμβάνουσιν· ἄλλοι δέ γε μέσοι τούτων κἀκείνων εἰσί, καὶ οὔτε τὴν ἐπαινουμένην ζηλοῦσι σπουδήν, οὔτε τὸν ἀκόλαστον ἀσπάζονται βίον, τὴν δὲ ἁπλότητα τιμῶσι τῆς πίστεως. Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν. Ἐπειδὴ δὲ γράψαι περὶ τούτων ἡμᾶς ᾐτήσατε, σιγᾶν ἐπὶ τοῦ παρόντος βεβουλευμένος, βραχέα εἰπεῖν ἀναγκάζομαι, τῇ ∆εσποτικῇ πειθόμενος ἐντολῇ· Παντὶ γάρ, φησί, τῷ αἰ τοῦντί σε δίδου. Ἡμεῖς τοίνυν πάντα μὲν δύνασθαί φαμεν τὸν τῶν ὅλων Θεόν· τῇ δὲ πάντα φωνῇ μόνα τὰ καλὰ καὶ τὰ ἀγαθὰ συμ περιλαμβάνεσθαι. Ὁ γὰρ φύσει σοφός τε καὶ ἀγαθὸς οὐδὲν τῶν ἐναντίων προσίεται, ἀλλὰ μόνα τὰ τῇ φύσει πρέποντα. Εἰ δέ τινες ἀντιλέγουσι τῷδε τῷ λόγῳ, ἔρεσθε αὐτούς, εἰ δύναται ψεύσασθαι ὁ τῶν ὅλων Θεὸς τῆς ἀληθείας ὁ νομοθέ της· κἂν μὲν εἴποιεν δυνατὸν τῷ Θεῷ τὸ ψεῦδος, ὡς δυσσεβεῖς καὶ βλασφήμους τῆς ὑμετέρας συμμορίας ἐξελάσατε. Εἰ δὲ σύνθοιντο καὶ αὐτοί, μὴ δυνατὸν εἶναι τοῦτο τῷ τῶν ὅλων Θεῷ, πάλιν προσερωτήσατε, εἰ δυνατὸν ἄδικον γενέσθαι τὸν τὴν δικαιοσύνην πηγάζοντα. Εἰ δὲ συνομολογήσαιεν καὶ τοῦτο ἀδύνατον εἶναι τῷ τῶν ὅλων Θεῷ, πυθέσθαι χρὴ πάλιν, εἰ δυνατὸν ἄσοφον γενέσθαι τῆς σοφίας τὴν ἄβυσσον, καὶ τὸν Θεὸν μὴ εἶναι Θεόν, καὶ τὸν Κύριον ὡσαύτως μὴ εἶναι Κύριον, καὶ τὸν ∆ημιουργὸν οὐ ∆ημιουργόν, καὶ τὸν ἀγαθὸν οὐκ ἀγα θόν, ἀλλὰ κακόν, καὶ τὸ ἀληθινὸν φῶς μὴ εἶναι φῶς, ἀλλὰ τοὐναντίον. Εἰ δὲ συμφήσαιεν ταῦτα πάντα, καὶ τὰ τούτοις προσόμοια, ἀδύνατα εἶναι τῷ τῶν ὅλων Θεῷ, εἰπεῖν χρὴ πρὸς αὐτούς· οὐκοῦν πολλὰ ἀδύνατα τῷ Θεῷ· καὶ ὅτι ταῦτα τὰ ἀδύνατα οὐκ ἀδυναμίας δηλωτικά, ἀλλὰ δυνάμεως μεγίστης σημαντικά. Οὐδὲ γὰρ περὶ τῆς ψυχῆς τῆς ἡμετέρας λέγοντες, ὡς ἀδύνατον αὐτὴν ἀποθανεῖν, ἀσθένειαν αὐτῆς κατηγοροῦ μεν, ἀλλὰ τῆς ἀθανασίας αὐτῆς τὸ δυνατὸν κηρύττομεν. Οὕτω τοίνυν ὁμολογοῦντες τοῦ Θεοῦ τὸ ἄτρεπτον, τὸ ἀπαθές, τὸ ἀθάνατον, οὔτε τροπήν, οὔτε πάθος, οὔτε θάνατον ἐκείνῃ προσάψαι τῇ φύσει δυνάμεθα. Εἰ δὲ εἴποιεν· Ἅπερ ἂν ἐθε λήσῃ δύναται ὁ Θεός , χρὴ πρὸς αὐτοὺς εἰπεῖν ὅτι οὐδὲν βούλεται ποιεῖν ὧν μὴ πέφυκεν· πέφυκε δὲ ἀγαθός, οὐκοῦν οὐ βούλεταί τι κακόν· πέφυκε δίκαιος, οὐκοῦν οὐ βούλεταί τι ἄδικον· πέφυκεν ἀληθής, οὐκοῦν τὸ ψεῦδος βδελύττεται· πέφυκεν ἄτρεπτος, οὐκοῦν τροπὴν οὐ προσίεται· εἰ δὲ τροπὴν οὐ προσίεται, ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχει. Τοῦτο γὰρ καὶ αὐτὸς διὰ τοῦ Προφήτου φησίν· Ἐγώ εἰμι, ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι . Καὶ ὁ μακάριος ∆αβίδ· Σὺ δὲ ὁ αὐ τὸς εἶ , καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν · Εἰ δὲ ὁ αὐτός ἐστι, μεταβολὴν οὐκ ἐδέξατο. Εἰ δὲ κρείττων ὑπάρχει μεταβο λῆς καὶ τροπῆς, οὐ γέγονεν ἐξ ἀθανάτου θνητός, οὐδὲ ἐξ ἀπαθοῦς παθητός. Εἰ γὰρ τοῦτο γενέσθαι οἷόν τε ἦν, οὐκ ἂν τὴν ἡμετέραν προσέλαβε φύσιν. Ἐπειδὴ δὲ ἀθάνατον ἔχει φύ σιν, ἔλαβε τὸ παθεῖν δυνάμενον σῶμα, καὶ σὺν τῷ