79
σώματι τὴν ἀνθρωπείαν ψυχήν. Καὶ τούτων ἑκάτερον τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀμύητον, ὑπὲρ μὲν τῶν ἡμαρτηκυιῶν ψυχῶν δέδωκε τὴν ψυχήν, ὑπὲρ δὲ τῶν τεθνηκότων σωμάτων τὸ σῶμα. Καὶ ἐπειδήπερ αὐτοῦ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ σῶμα τὸ ληφθὲν προσηγορεύθη σῶμα, εἰς ἑαυτὸν ἀναφέρει τὸ τοῦ σώματος πάθος. Ὅτι δὲ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ σῶμα τῷ σταυρῷ προσηλώθη, μάρτυρες οἱ τέσσαρες εὐαγγελισταί. Ἅπαντες γὰρ συμφώνως τοῦτο διδάσκουσιν, ὡς Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθείας προσελθὼν τῷ Πιλάτῳ ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὅτι οὗτος ἀπὸ τοῦ ξύλου καθεῖλε τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ὅτι σινδόνι καλύψας ἔθηκεν ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ὡς αἱ περὶ Μαρίαν τὴν Μαγδαληνὴν ἦλθον εἰς τὸ μνημεῖον ζητοῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ μὴ εὑροῦσαι τὸ σῶμα τοῦ Ἰησοῦ ἔδραμον πρὸς τοὺς μαθητὰς αὐτοῦ, καὶ ἀπήγγειλαν ταῦτα. Ταῦτα οἱ τέσσαρες εὐαγγελισταὶ συμφώνως κηρύττουσιν. Εἰ δέ φασιν οἱ ἀντιλέγοντες εἰρηκέναι τὸν ἄγγελον· ∆εῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος , μαθέτωσαν οἱ ἀσύνετοι, ὡς καὶ περὶ τοῦ καλλινίκου Στεφάνου φησὶν ἡ θεία Γραφή· Συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς . Καίτοι τὸ σῶμα μόνον ἠξιώθη ταφῆς, ἡ δὲ ψυχὴ οὐ συνετάφη τῷ σώματι, ἀλλ' ὅμως τοῦ κοινοῦ ὀνόματος καὶ μόνον τὸ σῶμα μετέλαχεν. Οὕτως ὁ μακάριος Ἰακὼβ τοῖς υἱέ σιν ἔλεγε· Θάψατέ με μετὰ τῶν πατέρων μου · καὶ οὐκ εἶπε· Θάψατέ μου τὸ σῶμα · καὶ ἐπήγαγεν· Ἐκεῖ ἔθα ψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν Ἰσαάκ, καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ· καὶ ἐκεῖ ἔθαψαν τὴν Λείαν · καὶ οὐκ εἶπε· τὰ ἐκείνων σώματα . Καὶ μὴν τὰ ὀνόματα κοινὰ σωμάτων ἐστὶ καὶ ψυχῶν· ἀλλ' ὅμως καὶ μόνα τὰ σώματα ἐκ τῶν κοινῶν ὀνομάτων ἐκάλεσεν. Οὕτω καὶ ἡμεῖς πολλάκις τοὺς τῶν ἁγίων ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων σηκοὺς ὀνομάζομεν, καὶ τὸν μὲν ∆ιονυσίου τυχόν, τὸν δὲ Ἰουλιανοῦ, ἢ Κοσμᾶ· καίτοι εἰδότες, ὡς μικρὰ πολλάκις λείψανα σωμάτων ἐν τού τοις κατάκεινται, αἱ δὲ ψυχαὶ ἐν θειοτέροις χωρίοις διανα παύονται. Κἀν τῇ κοινῇ δὲ χρήσει τοῦτο τὸ ἔθος ἔστιν εὑρεῖν. Ὁ δεῖνα γάρ, φαμέν, ἀπέθανε , καὶ ὁ δεῖνα ἐν τῷδε κατάκειται τῷ τόπῳ · καὶ ταῦτα εἰδότες ὡς ἀθάνατος ἡ ψυχή, καὶ ὡς οὐ κοινωνεῖ τοῦ τάφου τῷ σώματι. Οὕτω καὶ ὁ ἄγγελος ἔφη· ∆εῦτε, βλέπετε τὸν τόπον ὅπου ἔκειτο ὁ Κύριος · οὐ τὴν θεότητα περικλείσας τῷ τάφῳ, ἀλλὰ τοῦ Κυρίου τὸ σῶμα τῷ τοῦ Κυρίου προσαγορεύσας ὀνόματι. Ὅτι δὲ καὶ τοῖς ἁγίοις Πατράσι ταῦθ' οὕτως δοκεῖ, ἀκου σάτωσαν Ἀθανασίου τοῦ πανευφήμου τῆς Ἀλεξανδρείας ἀρχιεπισκόπου, ὃς δι' ὁμολογίας τὴν ἀρχιερωσύνην ἐκόσμησε, βοῶντος· Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ καὶ τοὺς νεκροὺς ζωοποιεῖ . Ἀκουσάτωσαν καὶ τοῦ πολυθρυ λήτου ∆αμάσου, τοῦ τῶν Ῥωμαίων ἐπισκόπου, βοῶντος· Εἴ τις εἴποι, ὅτι ἐν τῷ σταυρῷ πόνον ὑπέμεινεν ἡ θεό της, καὶ οὐχὶ τὸ σῶμα μετὰ τῆς ψυχῆς, ἡ τοῦ δού λου μορφή, ἣν τελείαν ἀνέλαβεν, ἀνάθεμα ἔστω . Ἀκουσάτωσαν καὶ τοῦ ἁγιωτάτου καὶ ὁσιωτάτου τῶν Ῥωμαίων ἐπισκόπου τοῦ κυρίου Λέοντος, νῦν γεγραφότος· Ὅτι ἔπ αθεν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡς παθεῖν ἠδύνατο, οὐ κατὰ τὴν λαβοῦσαν φύσιν, ἀλλὰ κατὰ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἀπαθὴς φύσις τὸ παθητὸν ἔλαβε σῶμα, καὶ αὐτὸ παρέδωκεν ὑπὲρ ἡμῶν, ἵνα τὴν ἡμετέραν ἐργάσηται σωτηρίαν, καὶ τὴν οἰκείαν φύσιν ἐφύλα ξεν ἀπαθῆ . Καὶ πάλιν· οὐ γὰρ ἦλθεν ἵνα τὴν οἰκείαν ἀπολέσῃ φύσιν, ἀλλ' ἵνα τὴν ἡμετέραν σώσῃ . Εἰ τοί νυν κατηγοροῦσιν ἡμῶν εἰρηκότων, ὅτι ὅσα βούλεται δύναται ὁ Θεός, βούλεται δὲ τὰ τῇ αὐτοῦ φύσει πρέποντα, τὰ δὲ μὴ πρέποντα οὔτε βούλεται, οὔτε δύναται, κατηγορείτωσαν καὶ τῶνδε τῶν ἁγίων, καὶ τῶν ἄλλων ἁπάντων, ὅσοι ταῦτα πρεσ βεύουσι. Κατηγορείτωσαν καὶ τοῦ Ἀποστόλου βοῶντος· Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεόν . Καὶ πάλιν· Εἰ ἀπιστοῦμεν, ἐκεῖ νος