1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

82

διαίρεσιν παρὰ τῶν ἔξω μεμάθηκε φιλοσόφων. Ἡ γὰρ θεία Γραφὴ ἐκ ψυχῆς λέγει καὶ σώματος συνεστάναι τὸν ἄνθρω πον. Ἐποίησε γάρ, φησίν, ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐ τοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυ χὴν ζῶσαν . Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τοῖς ἀποστόλοις ἔφη· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι . Τὰ μὲν οὖν τῶν αἱρετικῶν δόγματα τοσαύτην ἔχει πρὸς ἄλληλα διαμάχην. Οὗτοι δὲ τὸν Ἀπολινάριον, καὶ μέντοι καὶ Ἄρειον καὶ Εὐνόμιον ὑπερβῆναι τῇ ἀσεβείᾳ φιλονεικήσαντες, τὴν ὑπὸ Βαλεντίνου καὶ Βαρδησάνου πάλαι σπαρεῖσαν αἵρεσιν, εἶτα πρόρριζον ὑπὸ τῶν ἀρίστων ἀνασπασθεῖσαν γεωργῶν, φυτεῦσαι νῦν ἐπειράθησαν. Παραπλησίως γὰρ ἐκείνοις ἠρνή θησαν τὸ ἐκ τῆς ἡμετέρας φύσεως προσειλῆφθαι τοῦ ∆εσπό του τὸ σῶμα. Ἡ δὲ Ἐκκλησία, τοῖς ἀποστολικοῖς ἴχνεσιν ἑπομένη, καὶ θεότητα τελείαν, καὶ ἀνθρωπότητα τελείαν ἐν τῷ ∆εσπότῃ Χριστῷ θεωρεῖ. Ὥσπερ γὰρ ἔλαβε σῶμα, οὐ δεόμενος σώματος, ἀλλὰ πᾶσι τοῖς σώμασι δι' ἐκείνου τὴν ἀθανασίαν πραγματευόμενος οὕτω δὴ καὶ ψυχὴν ἔλαβε τὴν κυβερνῶσαν τὸ σῶμα, ἵνα πᾶσα ψυχὴ διὰ ταύτης μετάσχῃ τῆς ἀτρεπτότητος. Εἰ γὰρ καὶ ἀθάνατοί εἰσιν αἱ ψυχαί, ἀλλ' οὐκ ἄτρεπτοι. Πολλὰς γὰρ καὶ ἀγχιστρόφους μεταβολὰς ὑπομέ νουσι, νῦν μὲν τούτοις ἀρεσκόμεναι, νῦν δὲ ἐκείνοις. Οὗ δὴ χάριν καὶ πλημμελοῦμεν ἐκτρεπόμενοι, καὶ τὴν ἐπὶ τὰ χείρω ῥοπὴν εἰσδεχόμενοι. Μετὰ δὲ τὴν ἀνάστασιν, ἀπολαύει μὲν ἀθανασίας καὶ ἀφθαρσίας τὰ σώματα, ἀπολαύουσι δὲ ἀπαθείας καὶ ἀτρεπτότητος αἱ ψυχαί. ∆ιά τοι τοῦτο καὶ σῶμα λαβὼν καὶ ψυχὴν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, μώμου ταῦτα παντὸς ἐλεύθερα διεφύλαξε, καὶ τὴν ὑπὲρ τοῦ γένους θυσίαν προσή νεγκεν. ∆ιὰ γὰρ δὴ τοῦτο καὶ ἀρχιερεὺς ἡμῶν ἐχρημάτισεν· ἀρχιερεὺς δὲ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθρωπος κέκληται. Καὶ αὐτὸς προσφέρει μὲν ὡς ἄνθρωπος, δέχεται δὲ τὴν θυσίαν μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος ὡς Θεός. Εἰ μὲν γὰρ τοῦ Ἀδὰμ τὸ σῶμα μόνον ἐξήμαρτεν, ἔδει τοῦτο μόνον ἀπο λαῦσαι τῆς θεραπείας. Ἐπεὶ δὲ οὐ μόνον συνήμαρτεν, ἀλλὰ καὶ προήμαρτεν ἡ ψυχὴ-πρότερος γὰρ ὁ λογισμὸς διαγράφει τὴν ἁμαρτίαν, εἶθ' οὕτως ταύτην διὰ τοῦ σώματος ἐνεργεῖ-· δίκαιον ἦν δήπου καὶ ταύτην τῆς ἰατρείας τυχεῖν. Ἀλλὰ γὰρ παρέλκον ἴσως ἐκ λογισμῶν ποιεῖσθαι τούτου τὰς ἀποδείξεις, τῆς θείας σαφῶς τοῦτο κηρυττούσης Γραφῆς. Καὶ γὰρ ∆αβὶδ ὁ θεσπέσιος καὶ ὁ θειότατος Πέτρος διαρρήδην τοῦτο διδά σκουσιν, ὁ μὲν πόρρωθεν προθεσπίζων, ὁ δὲ τὴν πρόρρησιν ἑρμηνεύων. Φησὶ δὲ οὕτω τῶν ἀποστόλων ὁ πρῶτος· Προφή της ὑπάρχων ὁ ∆αβίδ, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστή σειν κατὰ σάρκα τὸν Χριστόν, καθίσαι ἐπὶ τοῦ θρό νου αὐτοῦ, προειδὼς ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐ τοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν . Πολλὰ δὲ κατὰ ταὐτὸν ἡμᾶς διὰ τῶν ὀλίγων τούτων ἐξεπαί δευσε λόγων. Πρῶτον μὲν ὡς ἡ ληφθεῖσα φύσις ἐκ τῆς ὀσφύος τοῦ ∆αβὶδ κατάγει τὸ γένος· ἔπειτα δὲ ὅτι οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ἀθάνατον ἔλαβε· καὶ πρὸς τούτοις, ὅτι ταῦτα τῷ θανάτῳ παραδέδωκεν, ἃ λαβὼν πάλιν ἀνέστησεν ὡς ἠθέλη σεν. Αὐτοῦ γάρ ἐστιν ἡ φωνή· Λύσατε τὸν ναὸν τοῦ τον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν . Μεμαθήκα μεν δὲ καὶ ὡς ἡ θεία φύσις ἀθάνατος. Πέπονθε γὰρ τὸ παθητόν, καὶ τὸ ἀπαθὲς μεμένηκεν ἀπαθές. Ἐνηνθρώπησε γὰρ ὁ Θεὸς Λόγος, οὐχ ἵνα παθητὴν ἀποφήνῃ τὴν ἀπαθῆ φύσιν, ἀλλ' ἵνα τῇ παθητῇ φύσει διὰ τοῦ πάθους τὴν ἀπάθειαν δωρήσηται. Καὶ αὐτὸς δὲ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις νῦν μέν φησιν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Οὐδεὶς αἵρει αὐτὴν ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτὴν , νῦν δέ· ∆ιὰ τοῦτο ὁ Πατήρ με ἀγαπᾷ,