83
ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων . Καὶ πάλιν· Νῦν ἡ ψυχή μου τετάρακται Καὶ αὖθις· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανά του . Καὶ περὶ τοῦ σώματος δέ φησιν· Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μου ἐστίν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς . Καὶ τὰ θεῖα δὲ παραδοὺς μυστήρια, καὶ τὸ σύμβολον κλάσας καὶ διανείμας, ἐπήγαγε· Τοῦτό μου ἐστὶ τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν θρυπτόμενον εἰς ἄφεσιν ἁμαρτιῶν . Καὶ πάλιν· Τοῦτό μου ἐστὶ τὸ αἷμα, τὸ ὑπὲρ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν . Καὶ αὖθις· Ἂν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀν θρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς . Καί· Ὁ ἐσθίων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν ἐν ἑαυτῷ αἰώνιον . Καὶ ἕτερα δὲ τοιαῦτα μυρία ἔστιν εὑρεῖν, κἀν τῇ Παλαιᾷ κἀν τῇ Καινῇ, καὶ τοῦ σώματος καὶ τῆς ψυχῆς δεικνύντα τὴν πρόσληψιν, καὶ ὡς ἐξ Ἀβραὰμ καὶ ∆αβὶδ ἕλκει ταῦτα τὸ γένος. Καὶ Ἰωσὴφ δὲ ὁ Ἀριμαθαῖος τῷ Πιλάτῳ προσελθών, ᾔτησε τὸ σῶμα τοῦ Ἰησοῦ. Καὶ διδάσκει ἡμᾶς διαρρήδην τῶν ἱερῶν Εὐαγγελίων ἡ τετρακτύς, ὅπως τε ἔλαβε τὸ σῶμα, καὶ ὅπως ἐνείλησε τῇ σινδόνι, καὶ ὅπως τῷ τάφῳ παρέδωκεν. Ἐγὼ δὲ θρηνῶ καὶ ὀδύρομαι, ὅτι ἃς πρώην τοῖς τὴν Μαρ κίωνος λύμην εἰσδεξαμένοις προσέφερον ἀποδείξεις-καὶ πλείους ἢ μυρίους διὰ τῆς θείας χάριτος πείσας προσήγαγον τῷ παναγίῳ βαπτίσματι-, ταύτας νῦν τοῖς νομισθεῖσιν ὁμο πίστοις ἡ ἐπισκήψασα νόσος προσφέρειν καταναγκάζει. Τίς γὰρ πώποτε περὶ τούτων τοῖς τῆς Ἐκκλησίας τροφίμοις ἀμφισ βήτησις γέγονε; Τίς δὲ τῶν ἁγίων Πατέρων οὐ τήνδε τὴν δι δασκαλίαν προσήνεγκε; Πλήρη γὰρ ταύτης καὶ τὰ τοῦ μεγάλου Βασιλείου συγγράμματα, καὶ τὰ τῶν ἐκείνου συναγωνιστῶν Γρηγορίου καὶ Ἀμφιλοχίου, καὶ τῶν ἐν τῇ ∆ύσει διαπρεψάντων ἐν τῇ διδασκαλίᾳ τῆς χάριτος, ∆αμάσου τοῦ τῆς μεγά λης Ῥώμης, καὶ Ἀμβροσίου τοῦ Μεδιολάνων, καὶ Κυπριάνου τοῦ Καρχηδόνος, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδέ ξατο ὑπὲρ τουτωνὶ τῶν δογμάτων. Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλητος πεντάκις ἐξηλάθη τῆς ποίμνης, καὶ τὴν ὑπερ ορίαν οἰκεῖν ἠναγκάσθη. Καὶ Ἀλέξανδρος δὲ ὁ ἐκείνου διδάσκα λος ὑπὲρ τούτων ἠγωνίσατο τῶν δογμάτων. Καὶ Εὐστάθιος, καὶ Μελέτιος, καὶ Φλαβιανός, τῆς Ἀνατολῆς οἱ φωστῆρες, καὶ Ἐφραίμ, ἡ τοῦ Πνεύματος λύρα, ὁ τὸ Σύρων ἔθνος ἄρδων ὁσημέραι τοῖς τῆς χάριτος νάμασι, καὶ Ἰωάννης καὶ Ἀττικὸς οἱ τῆς ἀληθείας μεγαλόφωνοι κήρυκες· καὶ οἱ τούτων ἔτι πρεσβύτεροι, Ἰγνάτιος καὶ Πολύκαρπος, καὶ Εἰρηναῖος, καὶ Ἰουστῖνος, καὶ Ἱππόλυτος, ὧν οἱ πλείους οὐκ ἀρχιερέων προλάμπουσι μόνον, ἀλλὰ καὶ τὸν τῶν μαρτύρων διακοσμοῦσι χορόν. Καὶ μὲν δὴ καὶ ὁ νῦν τὴν μεγάλην Ῥώμην ἰθύνων, καὶ τῶν ὀρθῶν δογμάτων τὰς ἀκτῖνας ἐκ τῆς Ἑσπέρας πάντοσε ἐκτείνων ὁ ἁγιώτατος Λέων, τοῦτον ἡμῖν τῆς πίστεως τὸν χαρακτῆρα διὰ τῶν οἰκείων δογμάτων προσήνεγκεν. Οὗτοι πάντες σαφῶς ἐξεπαίδευσαν, ὡς εἷς Υἱὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς προαιώνιος ἐκ τοῦ Πατρὸς ἀρρήτως γεγεν νημένος· καὶ ὡς μετὰ τὴν ἐνανθρώπησιν καὶ Υἱὸς ἀνθρώπου καὶ ἄνθρωπος ἐχρημάτισεν, οὐκ εἰς τοῦτο τραπεὶς-ἄτρε πτον γὰρ ἔχει τὴν φύσιν-, ἀλλὰ προσλαβὼν τὸ ἡμέτερον· καὶ ὅτι αὐτὸς καὶ ἀπαθὴς ἦν, καὶ ἀθάνατος ὡς θεός, καὶ θνητὸς καὶ παθητὸς ὡς ἄνθρωπος· μετὰ δὲ τὴν ἀνάστασιν, καὶ κατὰ τὸ ἀνθρώπειον, καὶ τὴν ἀπάθειαν καὶ τὴν ἀθανασίαν ἐδέξατο. Εἰ γὰρ καὶ μεμένηκε σῶμα τὸ σῶμα, ἀλλ' ἀπαθές ἐστι καὶ ἀθάνατον, καὶ θεῖον ὄντως σῶμα, καὶ θείᾳ δόξῃ δεδοξασμένον· καὶ τοῦτο σαφῶς ἡμᾶς ὁ μακάριος ἐδίδαξε Παῦλος· Ἡμῶν γάρ, φησί, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ . Καὶ οὐκ εἶπε τῇ δόξῃ αὐτοῦ , ἀλλὰ τῷ σώ ματι τῆς δόξης αὐτοῦ . Καὶ αὐτὸς δὲ ὁ Κύριος εἰπὼν τοῖς ἀποστόλοις· Εἰσί τινες τῶν ὧδε ἑστώτων, οἵτινες οὐ μὴ γεύσονται