84
θανάτου, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ δόξῃ τοῦ Πατρός , παρ έλαβεν αὐτοὺς μετὰ ἓξ ἡμέρας εἰς ὄρος ὑψηλὸν λίαν, καὶ μετ εμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λαμπρὰ ὡς τὸ φῶς. Ἐδί δαξε δὲ διὰ τούτων τῆς δευτέρας ἐπιφανείας τὸν τρόπον. Καὶ ὡς ἀπερίγραφος μὲν ἡ ληφθεῖσα φύσις οὐκ ἔστι-τοῦτο γὰρ μόνης τῆς θεότητος ἴδιον-, τὰς δὲ τῆς θείας δόξης ἀφήσει μαρμαρυγάς, καὶ φωτὸς ἀκτῖνας ἐκπέμψει, τῆς ὀπτικῆς αἰσθή σεως ὑπερβαίνουσα τὰ μέτρα. Μετὰ ταύτης ἀνελήφθη τῆς δόξης· οὕτως αὐτὸν ἔφασαν ἥξειν οἱ ἄγγελοι· αὐτῶν γάρ ἐστι φωνή· Οὗτος ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρα νὸν οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν . Καὶ τοῖς θείοις δὲ ἀπο στόλοις ὀφθεὶς μετὰ τὴν ἀνάστασιν, καὶ χεῖρας αὐτοῖς καὶ πόδας ὑπέδειξε· τῷ δὲ Θωμᾷ καὶ τὴν πλευράν, καὶ τῶν ἥλων καὶ τῆς λόγχης τὰς ὠτειλάς. ∆ιὰ γὰρ δὴ τούτους τοὺς ἄντι κρυς ἀρνουμένους τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ μέντοι καὶ τοὺς ἄλλους, οἳ μετὰ τὴν ἀνάστασιν εἰς θεότητός φασι μετα βεβλῆσθαι φύσιν τὴν τοῦ σώματος φύσιν, ἐφύλαξεν ἀκεραίους τῶν ἥλων καὶ τῆς λόγχης τοὺς τύπους. Καὶ τἄλλα σώματα μώμου παντὸς ἐγείρων ἐλεύθερα, τῷ οἰκείῳ σώματι τὰ τῶν παθημάτων σημεῖα κατέλιπεν, ἵνα καὶ τοὺς ἀρνουμένους τοῦ σώματος τὴν ἀνάληψιν διὰ τῶν παθημάτων πλανωμένους ἐλέγξῃ, καὶ τοὺς εἰς ἑτέραν φύσιν μεταβεβλῆσθαι τὸ σῶμα νομίζοντας διδάξῃ διὰ τοῦ τύπου τῶν ἥλων, ὡς ἐπὶ τῶν οἰκείων χαρακτήρων μεμένηκεν. Εἰ δέ τις ἀπόδειξιν ἔχειν οἴεται τοῦ μὴ μεμενηκέναι σῶμα μετὰ τὴν ἀνάστασιν τοῦ Κυρίου τὸ σῶμα, ὡς κεκλεισμένων τῶν θυρῶν πρὸς τοὺς μαθη τὰς εἰσελθεῖν, ἀναμνησθήτω πῶς ἐπὶ θαλάσσης ἐβάδισε θνητὸν ἔχων ἔτι τὸ σῶμα, καὶ μέντοι πῶς ἐγεννήθη τῆς παρθενίας ἀκήρατα φυλάξας τὰ σήμαντρα, καὶ αὖ πάλιν πῶς τῶν ἐπι βουλευόντων πολλάκις τὰς χεῖρας διέφυγεν ὑπ' ἐκείνων κεκυ κλωμένος. Καὶ τί λέγω τὸν ∆εσπότην, ὃς οὐ μόνον ἄνθρωπος ἦν, ἀλλὰ καὶ Θεὸς προαιώνιος, καὶ ῥᾴδιον ἦν αὐτῷ πάντα ποιεῖν ὅσα βούλεται; Εἰπάτωσαν πῶς ὁ Ἁμβακοὺμ ἐκ τῆς Ἰουδαίας εἰς Βαβυλῶνα ἐν ἀκαρεῖ τοῦ χρόνου μετέβη, καὶ διέβη τοῦ λάκκου τὸ κάλυμμα, καὶ τῷ ∆ανιὴλ προσενήνοχε τὴν τροφήν, καὶ αὖθις ἐπανῆλθε μὴ διαφθείρας τοῦ λάκκου τὰ σήμαντρα. Ἀλλὰ μανία σαφής, καὶ τῶν ∆εσποτικῶν θαυμά των τοὺς τρόπους ἀνερευνᾶν. Προσήκει δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις εἰδέναι, ὡς μετὰ τὴν ἀνάστασιν καὶ τὰ ἡμέ τερα σώματα ἄφθαρτα ἔσται. Καὶ ἀθάνατα, καὶ τοῦ γεώδους ἀπαλλαττόμενα κοῦφα γίνεται καὶ μετάρσια. Καὶ τοῦτο διαρ ρήδην σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος Παῦλος. Σπείρεται γάρ, φησίν, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπεί ρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχι κόν, ἐγείρεται σῶμα πνευματικόν . Καὶ ἀλλαχοῦ· Ἁρ παγησόμεθα , φησίν, ἐν νεφέλαις εἰς ἀέρα, εἰς ἀπάν τησιν τοῦ Κυρίου . Εἰ δὲ τὰ τῶν ἁγίων σώματα κοῦφα γίνεται καὶ μετάρσια, καὶ ῥᾳδίως τὸν ἀέρα διαπερᾷ, οὐ δεῖ θαυμάζειν, εἰ τὸ ∆εσποτικὸν σῶμα, τὸ τῇ θεότητι τοῦ Μονο γενοῦς ἡνωμένον, μετὰ τὴν ἀνάστασιν γεγενημένον ἀθάνατον κεκλεισμένων τῶν θυρῶν εἰσελήλυθε. Καὶ μυρίας δὲ ἑτέρας καὶ προφητικὰς καὶ ἀποστολικὰς μαρτυρίας παραγαγεῖν εὐπετές. Ἀλλ' ἀρκεῖ καὶ τὰ εἰρημένα δεῖξαι τὸν τῆς ἡμετέρας διδασκαλίας σκοπόν. Πιστεύομεν γὰρ εἰς ἕνα Πατέρα, εἰς ἕνα Υἱόν, εἰς ἓν ἅγιον Πνεῦμα· καὶ ὁμο λογοῦμεν μίαν θεότητα, μίαν κυριότητα, μίαν οὐσίαν, τρεῖς ὑποστάσεις. Ἡ γὰρ ἐνανθρώπησις τοῦ Μονογενοῦς τὸν τῆς Τριάδος οὐκ ηὔξησεν ἀριθμόν, καὶ τετράδα τὴν Τριάδα πεποίηκεν, ἀλλὰ μεμένηκεν καὶ μετὰ τὴν ἐνανθρώπησιν Τριὰς ἡ Τριάς. Ἐνανθρωπῆσαι δὲ πιστεύοντες τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, οὐκ ἀρνούμεθα ἣν ἔλαβε φύσιν, ἀλλ' ὁμολογοῦμεν, ὡς ἔφην, καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. Ἡ γὰρ ἕνωσις οὐ συνέχεε τὰ τῶν φύσεων ἴδια. Εἰ γὰρ ὁ