86
ὑπερβολὴν καταλείπει. Ἢ γὰρ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τὸν μονογενῆ μὲν Υἱὸν ὑπολαμβάνει γνήσιόν τε καὶ φύσει γεγενημένον, τὸν δὲ Χριστὸν εἰσποιητόν τε καὶ νόθον, καὶ διὰ τοῦτο δοξολογίας ἀνάξιον· ἢ πειρᾶται κρατύ νειν τὴν νῦν εἰσκωμάσασαν αἵρεσιν. Καὶ εἰ μὲν παγχάλεπος ἐπέκειτο κλύδων, ἐτόπασεν ἄν τις, αὐτὸν δεδοικότα τὴν δυ ναστείαν τῶν γεγεννηκότων τὴν αἵρεσιν, τῷ καιρῷ τὴν βλασ φημίαν χαρίζεσθαι. Ἐπειδὴ δὲ ὁ βλασφημούμενος ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάττῃ, καὶ ταῖς χειμαζομέναις Ἐκκλη σίαις παρέσχε γαλήνην, καὶ πανταχοῦ γῆς καὶ θαλάττης τὸ τῶν ἀποστόλων καταγγέλλεται κήρυγμα, ποίαν ἔχει χώραν ἡ βλασφημία; Ἀλλὰ γὰρ οὐδὲ οἱ τὴν μίαν φύσιν σαρκὸς καὶ θεότητος τοῖς ἐκκλησιαστικοῖς νῦν κακῶς κατασπείραντες δόγμασιν ἀπηγόρευσαν τὸν ∆εσπότην ὑμνεῖσθαι Χριστόν· καὶ ῥᾴδιον αὐτὸ τοῦτο μαθεῖν παρὰ τῶν ἐκεῖθεν ἐπανεληλυθότων. Ἐχρῆν δὲ αὐτὸν τῆς ἐκκλησιαστικῆς προστατεύοντα τάξεως τὴν θείαν εἰδέναι Γραφὴν καὶ μαθεῖν ἐκ ταύτης, ὅτι καθά περ τὸν μονογενῆ Υἱὸν τῷ Πατρὶ συντάττουσιν οἱ τῆς ἀλη θείας κήρυκες, οὕτω δὴ πάλιν τὴν τοῦ Χριστοῦ προσηγορίαν ἀντὶ τῆς Υἱὸς τιθέντες, ποτὲ μὲν τῷ Πατρί, ποτὲ δὲ τῷ Πνεύματι τῷ παναγίῳ συναριθμοῦσιν, ἐπειδὴ οὐκ ἄλλος ἐστὶν ὁ Χριστὸς παρὰ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καὶ ἔστιν ἀκοῦσαι τοῦ θειοτάτου Παύλου Κορινθίοις μὲν ἐπιστέλλον τος, τὴν δὲ οἰκουμένην διδάσκοντος ὅτι Εἷς Θεὸς ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα , καὶ τὸν αὐτὸν καὶ Χριστόν, καὶ Ἰησοῦν, καὶ Κύριον, καὶ τῶν ὅλων ∆ημιουργὸν ὀνομάζον τος. Καὶ Θεσσαλονικεῦσι δὲ γράφων οὕτως ἔφη· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς . Ἐν δὲ τῇ δευτέρᾳ τῇ πρὸς τούτους Ἐπιστολῇ καὶ προτέταχε τὸν Χριστὸν τοῦ Πατρός, οὐ τὴν τάξιν ἀνατρέπων, ἀλλὰ διδάσκων, ὡς ἡ τάξις τῶν ὀνομάτων οὐκ ἀξιωμάτων καὶ φύσεων διδάσ κει διαφοράν. Λέγει δὲ οὕτως· Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ . Ἐν δέ γε τῷ τέλει τῆς πρὸς Ῥωμαίους Ἐπιστολῆς,τινὰ παραινέσας ἐπεισήγαγεν· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελ φοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος . Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Υἱὸν ἠπίστατο τὸν Χριστόν, οὐκ ἂν αὐτὸν προέταξε τοῦ παν αγίου Πνεύματος. Κορινθίοις δὲ γράφων, ἐν αὐτῷ γε τῷ προοιμίῳ, μόνου τοῦ Χριστοῦ τὸ ὄνομα τέθεικεν, ὡς ἀρκοῦν καὶ μόνον τοὺς πιστεύοντας καταιδέσαι· Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες . Καὶ δὶς δὲ αὐτοῖς ἐπιστείλας, τοῦτο τοῖς γράμμασιν ἐντέθεικε τέλος· Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν . Καὶ προτέ θεικεν ἐνταῦθα οὐ μόνον τοῦ Πνεύματος, ἀλλὰ καὶ αὐτοῦ τοῦ Πατρός, τὴν τοῦ Χριστοῦ προσηγορίαν. Τοῦτο δὲ ἐν πάσαις ταῖς Ἐκκλησίαις τῆς μυστικῆς ἐστι λειτουργίας προοίμιον. Προσήκει τοίνυν κατὰ τὸν θαυμάσιον τοῦτον νόμον, καὶ ἐκ τῶν μυστικῶν ἀπολειφθῆναι γραμμάτων τὸ σεπτότατον ὄνομα τοῦ θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀλλὰ γὰρ περιττὸν περὶ τούτου μηκύνειν. Ἕκαστον γὰρ Ἐπιστολῆς προοίμιον ὁ θεῖος Ἀπόστολος τῇδε τῇ προσηγορίᾳ λαμπρύνει, νῦν μὲν λέγων· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπό στολος , νῦν δέ· Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ · καί· Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ . Καὶ τῷ προοιμίῳ τὴν εὐλογίαν συνάπτων, ἐκ ταύτης ταύτην ἀρύεται τῆς πηγῆς, καὶ τῷ Θεῷ καὶ Πατρὶ τὴν τοῦ Υἱοῦ προσηγορίαν συζεύγνυσι λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ