1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

8

γὰρ αὐτὸν σῖτον νῦν μὲν καρπὸν λέγομεν, νῦν δὲ σπέρμα, καὶ πάλιν τροφήν· καρπὸν μὲν, ὡς τέλος τῆς παρελθούσης γεωργίας· σπέρμα δὲ, ὡς ἀρχὴν τῆς μελλούσης· τροφὴν δὲ, ὡς κατάλληλον εἰς προσθήκην τῷ τοῦ προσφερομένου σώματι. Τούτων ἓν ἕκαστον τῶν λεγομένων καὶ κατ' ἐπίνοιαν θεωρεῖται, καὶ τῷ ψόφῳ τῆς γλώσσης οὐ συναπέρχεται· ἀλλὰ τῇ ψυχῇ τοῦ νενοηκότος ἐνίδρυται τὰ νοήματα. Καὶ ἁπαξ απλῶς, πάντα τὰ τῇ αἰσθήσει γνώριμα, καὶ ἁπλᾶ μὲν εἶναι τῷ ὑποκειμένῳ δοκοῦντα, ποικίλον δὲ λόγον κατὰ τὴν θεωρίαν ἐπιδεχόμενα, ἐπινοίᾳ θεωρητὰ λέγεται. Ἐγγὺς δὴ τοῦ τοιούτου τρόπου τῆς ἐπινοίας τὴν χρῆσιν καὶ παρὰ τοῦ θείου δεδιδάγμεθα λόγου. Τὰ μὲν οὖν ἄλλα παρήσω, πολλὰ ἔχων εἰπεῖν, ἑνὸς δὲ μόνου τοῦ καιριωτάτου μνησθήσομαι. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς περὶ ἑαυτοῦ λό γοις, τὴν φιλανθρωπίαν τῆς θεότητος καὶ τὴν ἐξ οἰκονομίας χάριν τοῖς ἀνθρώποις παραδηλῶν, ἰδιώ μασί τισι τοῖς περὶ αὐτὸν θεωρουμένοις ἀπεσήμαινε ταύτην, θύραν ἑαυτὸν λέγων, καὶ ὁδὸν, καὶ ἄρτον, καὶ ἄμπελον, καὶ ποιμένα, καὶ φῶς, οὐ πο 29.525 λυώνυμός τις ὤν· οὐ γὰρ πάντα τὰ ὀνόματα εἰς ταυ τὸν ἀλλήλοις φέρει. Ἄλλο γὰρ τὸ σημαινόμενον φω τὸς, καὶ ἄλλο ἀμπέλου, καὶ ἄλλο ὁδοῦ, καὶ ἄλλο ποι μένος. Ἀλλ' ἓν ὢν κατὰ τὸ ὑποκείμενον, καὶ μία οὐσία καὶ ἁπλῆ καὶ ἀσύνθετος, ἄλλοτε ἄλλως ἑαυτὸν ὀνο μάζει, ταῖς ἐπινοίαις διαφερούσας ἀλλήλων τὰς προσ ηγορίας μεθαρμοζόμενος. Κατὰ γὰρ τὴν τῶν ἐνεργειῶν διαφορὰν, καὶ τὴν πρὸς τὰ εὐεργετούμενα σχέσιν, διάφορα ἑαυτῷ καὶ τὰ ὀνόματα τίθεται. Φῶς μὲν γὰρ ἑαυτὸν τοῦ κόσμου λέγει, τό τε ἀπρόσιτον τῆς ἐν τῇ θεότητι δόξης τῷ ὀνόματι τούτῳ διασημαίνων, καὶ ὡς τῇ λαμπρότητι τῆς γνώσεως τοὺς κεκαθαρμένους τὸ ὄμμα τῆς ψυχῆς καταυγάζων· ἄμπελον δὲ, ὡς τοὺς ἐν αὐτῷ κατὰ τὴν πίστιν ἐῤῥιζωμένους ἐπ' ἔργων ἀγαθῶν καρποφορίαις ἐκτρέφων· ἄρτον δὲ, ὡς οἰκειο τάτη τροφὴ λογικοῦ τυγχάνων, τῷ διακρατεῖν τὴν σύστασιν τῆς ψυχῆς, καὶ τὸ ἰδίωμα αὐτῆς διασώζειν, ἀναπληρῶν ἀεὶ παρ' ἑαυτοῦ τὸ ἐνδέον, καὶ πρὸς τὴν ἐξ ἀλογίας ἐγγινομένην ἀῤῥωστίαν οὐκ ἐῶν ὑποφέρεσθαι. Καὶ οὕτως ἄν τις τῶν ὀνομάτων ἕκαστον ἐφοδεύων ποικίλας εὕροι τὰς ἐπινοίας ἑνὸς ἑκάστου τοῦ κατὰ τὴν οὐσίαν τοῖς πᾶσιν ὑποκειμέ νου. Τίς οὖν οὕτω τὴν γλῶσσαν πρὸς βλασφημίαν ἠκόνηται, ὥστε τολμῆσαι εἰπεῖν ταῖς φωναῖς τὰς ἐπινοίας ταύτας συνδιαλύεσθαι; Τί οὖν ἄτοπον οὕτω καὶ ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων λαμβάνεσθαί τινα κατ' ἐπίνοιαν, καὶ αὐτὸ τοῦτο πρῶτον, περὶ οὗ ὁ σύμπας ἡμῖν κεκίνηται λόγος; Εὑρήσομεν γὰρ οὐδα μῶς ἑτέρως λεγόμενον τὸ ἀγέννητον. Ἄφθαρτον γὰρ καὶ ἀγέννητον εἶναι τὸν Θεὸν τῶν ὅλων λέγομεν, κατὰ διαφόρους ἐπιβολὰς τοῖς ὀνόμασι τούτοις προσ αγορεύοντες. Ὅταν μὲν γὰρ εἰς τοὺς κατόπιν αἰῶνας ἀποβλέψωμεν, ὑπερεκπίπτουσαν πάσης ἀρχῆς εὑρί σκοντες τὴν ζωὴν τοῦ Θεοῦ, ἀγέννητον αὐτὸν λέγο μεν· ὅταν δὲ τοῖς ἐπερχομένοις αἰῶσι τὸν νοῦν ἐπεκ τείνωμεν, τὸν ἀόριστον καὶ ἅπειρον, καὶ οὐδενὶ τέλει καταληπτὸν προσαγορεύομεν ἄφθαρτον. Ὡς οὖν τὸ ἀτελεύτητον τῆς ζωῆς ἄφθαρτον, οὕτω τὸ ἄναρχον αὐτῆς ἀγέννητον ὠνομάσθη, τῇ ἐπινοίᾳ θεωρούντων ἡμῶν ἑκάτερα. Τίς οὖν ἀντερεῖ λόγος καὶ ἐπινοεῖσθαι τῶν ὀνομάτων τούτων ἑκάτερον, καὶ ὁμο λογίαν εἶναι τοῦ κατ' ἀλήθειαν τῷ Θεῷ προσόντος; Ὁ δὲ ὡς μαχόμενα ταῦτα καὶ ἀσύμβατα παντελῶς ἀπ' ἀλλήλων διίστησι· τὸ, τὶ κατ' ἐπίνοιαν τὶ λέγε σθαι, καὶ τὸ ἀποπληροῦν τῷ Θεῷ τὴν τοῦ εἶναι ὅ ἐστιν ὁμολογίαν. 29.528 Καὶ γὰρ αὖ μηδὲ τοῦτο παρέλθωμεν, οἷον αὐτῷ τῆς εὐλαβείας τὸ σχῆμα ἐπὶ καταστροφῇ τῶν ἀκουόν των ἐπινενόηται ἐν τῷ λέγειν, {ΕΥΝ.} Μὴ κατ' ἐπίνοιαν ἀνθρωπίνην σεμνύνειν τὸν Θεὸν τῇ τοῦ ἀγεννήτου προσηγορίᾳ, ἐκτιννύναι δὲ αὐτῷ τὸ πάντων ἀναγκαιότατον ὄφλημα, ἐν τῇ τοῦ εἶναι ὅ ἐστιν ὁμολογίᾳ. {ΒΑΣ.} Τίς ἂν λόγος ἀξίως τῆς σκολιότητος ταύτης τῶν τεχνασμάτων ἐφίκοιτο; Ἐκφοβεῖν τοὺς ἁπλου στέρους ἐπιχειρεῖ, ὡς μὴ ἀποδιδόντας τὰ ὀφειλόμενα τῷ Θεῷ, εἰ μὴ οὐσίαν εἶναι