1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

2

ἐπιβούλως τὰ ἀλλότρια. ΛΘʹ. Περὶ ἀργολόγων, καὶ βαττολόγων, καὶ αἰσχρολόγων. Μʹ. Περὶ ἀκοινωνήτων, καὶ ἀσυμφώνων πραγμάτων. ΜΑʹ. Περὶ ἀπληστίας· ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν. ΜΒʹ. Περὶ ἁμαρτάνοντος καὶ σφάλλοντος· ὅτι δεῖ αὐτὸν ἐντρέπεσθαι, καὶ μὴ ἀντιῤῥημονεῖν τῷ ἐλέγχοντι. ΜΓʹ. Περὶ ἀστρολόγων. Μ∆ʹ. Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν τετυχήκασι· καὶ ὅτι τοῖς ἁγίοις ἐπαναπαύεται ὁ Θεός. ΜΕʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν, καὶ κατὰ πόσους τρόπους κεχάρισται ἡμῖν παρὰ Θεοῦ τοῦ μόνου δυναμένου ἀφιέναι ἁμαρτίας, ὁ ἱλασμὸς τῶν πλημμελημάτων. Μ ϛʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ· καὶ ποσαχῶς τὸ ἀνάθεμα λαμβάνεται. 96.445 ΜΖʹ. Περὶ τοῦ ἄφυκτον εἶναι τὸν Θεὸν, καὶ ἀπερίγραπτον· καὶ ὅτι πάντα περιδέδρακται, καὶ ἐφορᾷ, καὶ οὐδὲν αὐτὸν λέληθε. ΜΗʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ καὶ ἐπέκεινα τῶν διατεταγμένων ἡμῖν ζητεῖν, ἢ περιεργάζεσθαι. Ἀνέφικτος γὰρ ἡμῖν, καὶ ἀκατάληπτος ἀνθρώποις οὖσιν ἡ τούτων εὕρεσις, καὶ ἀλυσιτελής. ΜΘʹ. Περὶ ἀγάπης καὶ φόβου πρὸς τὸν Θεόν· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσιν. Νʹ. Περὶ τῶν μὴ ἀγαπώντων τὸν Θεὸν, μηδὲ φοβουμένων αὐτόν. ΝΑʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἢ δικαιολογεῖσθαι πρὸς αὐτὸν, ἢ πολλὰ ῥήματα περὶ αὐτοῦ λέγειν. ΝΒʹ. Περὶ τοῦ, ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται. ΝΓʹ. Περὶ τοῦ, ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστησεν ὁ Θεός. Ν∆ʹ. Περὶ ἀποφάσεως παρὰ Θεοῦ γινομένης· καὶ ὅτι οὐ δεῖ παρὰ τὰς ἐντολὰς τοῦ Θεοῦ φιλανθρωπεύεσθαι. ΝΕʹ. Περὶ ἀνακαινισμοῦ τῶν ὁρωμένων· λέγω δὲ οὐρανοῦ καὶ γῆς. Ν ϛʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων καταστάσεως· καὶ ὅτι ἐπίμοχθος καὶ ἐπώδυνός ἐστιν ὁ τῶν ἀνθρώπων βίος. ΝΖʹ. Περὶ ἀναμαρτησίας· καὶ ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ εἰς ὁ Θεός. ΝΗʹ. Περὶ τῶν ἁμαρτανόντων καὶ νομιζομένων λανθάνειν τὸν Θεόν. ΝΘʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ προφητῶν, καὶ ἀποστόλων γινομένης. Ξʹ. Περὶ ἀγάπης καὶ εἰρήνης, καὶ ὁμονοίας, καὶ εἰρηνοποιῶν. ΞΑʹ. Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς. ΞΒʹ. Περὶ ἀκηδίας καὶ ἀθυμίας. ΞΓʹ. Περὶ ἄφρονος καὶ ἀνοήτου. Ξ∆ʹ. Περὶ τῶν ἀποδεχομένων τὰ πονηρὰ, καὶ ἀτιμαζόντων καὶ ψεγόντων τὸ δίκαιον. ΞΕʹ. Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον. Ξ ϛʹ. Περὶ αἰσχύνης ἀγαθῆς. ΞΖʹ. Περὶ αἰσχύνης πονηρᾶς. ΞΗʹ. Περὶ ἀπογνώσεως· καὶ ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώσκειν ἑαυτῶν σωτηρίας. ΞΘʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας· καὶ ὅτι τὸ ἠρεμεῖν τὴν τοῦ Θεοῦ γνῶσιν προξενεῖ. Οʹ. Περὶ ἀπαρχῶν καὶ δεκατῶν· ὅτι δεῖ ταῦτα προσφέρειν τῷ Θεῷ. ΟΑʹ. Περὶ ἀπαντημάτων καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. ΟΒʹ. Περὶ ἀμοιβῆς καὶ ἀνταποδόσεως ἐν ἡμέρᾳ κρίσεως· καὶ ὅτι αἰώνια καὶ ἀτελεύτητα τὰ ἑκατέροις ἀποκείμενα, εἴτε ἀγαθὰ, εἴτε δεινὰ κολαστήρια. ΟΓʹ. Περὶ ἀμοιβῆς τῶν εὖ καὶ κατ' ἀρετὴν βιωσάντων ἐν ἀπεράντῳ μακαριότητι. Ο∆ʹ. Περὶ τῆς φοβερᾶς ἀναστάσεως. ΟΕʹ. Περὶ τῆς ἁγίας, καὶ ἀκτίστου, καὶ συναϊδίου, καὶ ὁμοουσίου Τριάδος. Ο ϛʹ. Περὶ ἁγίων ἀγγέλων· καὶ ὅτι ἐν ἀοιδίμῳ μακαριότητι διάγουσι, λειτουργοῦντες τῇ σεβασμίῳ Τριάδι. ΟΖʹ. Περὶ αἱρετικῶν, καὶ τῶν περὶ πίστιν λογομαχούντων, καὶ ἀμφισβητούντων· καὶ ὅτι οὐ χρὴ τὰς συλλαβὰς καὶ τὰ ὀνόματα περισκοπεῖν, ἀλλὰ τὸν νοῦν καὶ τὴν διάνοιαν τῶν δογμάτων. Στοιχεῖον Β. Αʹ. Περὶ βασιλέως· ὅτι ἀλυσιτελὲς τὸ ἐξιέναι βασιλέα εἰς πόλεμον, καὶ βέλτιον διὰ μισθοφόρων, 96.448 ἢ δώρων τοὺς πολεμίους ἀμείβεσθαι, οὐ δι' ἑαυτοῦ. Βʹ. Περὶ βασιλέως χρηστοῦ, καὶ δικαίου, καὶ μισοπονήρου. Γʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. ∆ʹ. Ὅτι χρὴ εὔχεσθαι ὑπὲρ τοῦ βασιλέως. Εʹ. Περὶ βλασφημούντων καὶ μεγαλοῤῥημούντων. ϛʹ. Περὶ βασκάνων. Ζʹ. Περὶ βιαίων καὶ ἀβιάστων πραγμάτων· καὶ ὅτι τὸ κατὰ δύναμιν φίλον Θεῷ ἐπὶ παντί. Ηʹ. Περὶ βοηθείας καὶ ἀντιλήψεως ἀδικουμένων· ὅτι λίαν εὐάρεστον Θεῷ. Θʹ. Περὶ βουλῆς Θεοῦ· ὅτι ἄτρεπτος καὶ ἀνέφικτος ἀνθρώποις, καὶ ἀπαράβατος διαμένει. Ιʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ βοηθοῦντος πᾶσα ἐπιβουλὴ καὶ ἐπανάστασις ἐχθροῦ ἀσθενεῖ,