1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

17

ἀξιωμάτων πολλὴ διαφορὰ εὑρεθήσεται, ἀλλ' οὐ τῶν σχημάτων. Πῶς γὰρ γνωσθῇ ἡ περὶ ἀλλήλους δόξα, μὴ γνωριζομένων ἐκ τῶν σχημάτων, ὅτι ἄνθρωποι τυγχάνουσι; τί οὖν [οὐ?] συγχωροῦσι Θεῷ, καὶ στέργουσιν, ὅπερ εὐδοκήσει, μὴ ἐπιτασσόμενοι ὅτι τοιῶσδε καὶ τοιῶσδε ὀφείλει γενέσθαι, ἀρεσκόμενοι εἰς ὅπερ ἐξ ἀρχῆς ηὐδόκησεν ποιῆσαι, μηδὲν τούτου προτιμῶντες; Ἐπειδὴ τούτῳ τῷ σχήματι ὁ πλάσας ηὐδόκησε καλῶς ἔχειν τοῦ ἀνθρώπου φανεροῦσθαι φύσιν, ἀλλ' οἱ πάντα λόγῳ, καὶ σοφία καταλαβεῖν σπουδάζοντες, 96.493 καὶ μηδὲν εἰς γνῶσιν πλέον τῷ Θεῷ παραχωρεῖν ἀνεχόμενοι, ἔτι τοιόνδε σχῆμα τοῦ βίου τούτου καταστάσει ἁρμόζειν φασί· πόδες γὰρ διὰ τὸν περίπατον, χεῖρες διὰ τὴν ἐργασίαν κατεσκευάσθησαν, ὀφθαλμοὶ διὰ τὸ βλέπειν ἐπλάσθησαν, ὦτα διὰ τὸ ἀκούειν ἐνεφυτεύθησαν, καὶ τὰ ἑξῆς· ἐν δὲ τῇ ἀθανάτῳ ζωῇ, μηδεμιᾶς τούτων χρείας ἔτι τυγχανούσης, περιττὴ τῶν τοιῶνδε μελῶν ἡ διαφορὰ καὶ τὸ σχῆμα· ὡς τάχα ἀποροῦντος τοῦ Θεοῦ καὶ ἐν τῇ παρούσῃ τοῦ βίου τούτου καταστάσει ἕτερον δοῦναι σχῆμα, καὶ ἀνενδεὲς πρὸς πᾶσαν χρείαν κατασκευάσαι, καὶ χωρὶς τῶν τοιῶνδε μελῶν τὰ νῦν δι' αὐτῶν ἐνεργούμενά τε καὶ ἐπιτελούμενα, ἀπαρεμποδίστως ἐργάζεσθαι. Ἢ οὐχ ὁρῶμεν ἐν τοῖς ζώοις, τὰ μὲν χωρὶς τοῦ τοιοῦδε μορίου, τὰ δὲ χωρὶς τοιοῦδε τυγχάνοντα; καὶ πάντα ζῇ καὶ αὔξει, καὶ πληθύνεται κατὰ γένος. Τί γὰρ συμβάλλονται πόδες πρὸς μετάβασιν τῷ τῶν ὀρνέων γένει, οἳ ὡς ὀξύτερον πάντων τῶν διὰ ποδῶν τὴν πορείαν ποιούντων δίεισι πρὸς οὓς ἂν βούλωνται τόπους; Τί δὲ πάλιν ἐζημίωσε τὰ τῶν ἐνύδρων γένη, ποδῶν καὶ χειρῶν στέρησις; Οὐ ζῇ καὶ αὔξει κατὰ γένη; τί δὲ ὁμοίως τὸ μὴ ἔχειν ἐντόσθια παρέβλαψε τῶν ὀστρέων τὰ γένη, καὶ ἀσπάλακα ἡ τῶν ὀφθαλμῶν ζημία; Καὶ οὐ λέγω ὅτι ταῦτα, ἢ ἠγνόει ποιῆσαι, ἢ ἠδυνάτει ὁ Θεός· μὴ οὕτως μανείην· ἀλλ' εἰς τὸ ἀπειροπλάσιον, καὶ εἰδὼς, καὶ ποιῆσαι δυνάμενος ζώων τε καὶ φυτῶν, σπερμάτων διαφορὰς καὶ σχήματα, τοσαῦτα παρήγαγεν, ὅσα καλῶς ἔχειν ἡγήσατο περὶ τὴν τοῦ κόσμου σύστασιν. Μὴ οὖν πτωχείαν [τις] ὑπονοοῖτο ἂν περὶ τοῦ ∆ημιουργοῦ, ὡς μὴ ἐγχωροῦντος ἑτέρως ποιῆσαι τὴν ἡμετέραν ζωήν τε καὶ σύστασιν, μυρίας δυναμένου, καὶ ἀπείρους ἰδέας ποιῆσαι σχημάτων, ἵνα καὶ τὰς λογικὰς ἐπιστάμενος ἐνεργείας, καὶ ἃ τῇ τοῦ βίου τούτου καταστάσει ἁρμόδια ὄντα ἐτύγχανε, καὶ ἐν τῇ μελλούσῃ, μήτε θνητόν τι τῶν μελῶν, μήτε ἀπρεπὲς τυγχάνοι. Ὥσπερ οὖν καὶ τὸ νῦν εὐδόκησε ποιῆσαι σχῆμα· ὅπερ, οὐκ οἶδα διὰ τί, ἐπαισχυνόμενοι, ἐπονειδίζονται τοῖς ἰδίοις μέλεσι, καὶ τὰ ἐν τῇ φθαρτῇ ζωῇ παθητὰ καὶ φθαρτὰ τυγχάνοντα μέλη, διὰ τὸ τούτου τοῦ βίου θνητὸν καὶ φθαρτὸν, ὡς μὴ δυνάμενα μεταποιηθῆναι εἰς ἀφθαρσίαν καὶ ἀτρεπτότητα, διασύρειν ἐπιχειροῦσι, καὶ γελῶντες ἐξονομάζουσιν, ὅτι Τί μοι χρεία κοιλίας, καὶ τῶν ἐντέρων, ἢ τοιῶνδε μορίων; μὴ σκοποῦντες, ὅτι τῶν πρὸς τὴν τοιάνδε χρείαν κατασκευασθέντων τῆς χρείας ἀναιρουμένης, συναναιρεῖται καὶ ἡ ἐργασία, πάντων μεταποιουμένων ἐκ τῆς φθαρτῆς καταστάσεως εἰς ἀφθαρσίαν, τῶν δὲ σχημάτων εὖ καὶ καλῶς παρὰ τοῦ ∆ημιουργοῦ κατασκευασθέντων καὶ διαμενόντων. Ἔστι γὰρ ὡς ἐν εἰκόνι καὶ ἐν τῇ φθαρτῇ ταύτῃ ζωῇ συνιδεῖν, ὅτι τοῦ ὀμφαλοῦ τὸ μόριον ἐν καιρῷ χρησιμεῦσαν, καὶ ἐν τῇ μητρῴα γαστρὶ τὴν τοῦ σπέρματος χρείαν πληρῶσαν, μετὰ τὴν ἐκεῖθεν ἔξοδον, τῆς μὲν χρείας ἐπαύθη, τὸ δὲ τούτου σχῆμα ἐν ἡμῖν μένει μὴ ἀφανιζόμενον, καὶ οὔτε αἰσχύνην, οὔτε ἀκοσμίαν τοῦτο οἰόμεθα. Ὡς ἐν ὑποδείγματι δὲ 96.496 εἰρήσθω· φθαρτὸν γὰρ φθαρτοῖς συνεκρίναμεν. Ἡ γὰρ τοῦ μέλλοντος βίου δόξα ἀσυγκρίτῳ ὑπερβολῇ πρὸς τὰ παρόντα ὑπερβάλλει τε καὶ ὑπέρκειται, παυσομένης μὲν τῆς χρείας, ἐπιδοξοτέρων δὲ τῶν μελῶν γινομένων. Περὶ γάρτοι τοῦ παύεσθαι τῆς χρείας τὰ μέλη, καὶ ἑτέρως πῶς ἐνδοξοτέρως διαμένειν, καὶ ὁ θεῖος Ἀπόστολος Κορινθίοις γράφων ἐσήμανε· Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει, τουτέστι, παύσει. Οὐ γὰρ ἐπαρώμενος λέγει, ὥς τινες ὑπενόησαν, ἀλλὰ τὸ πάντως ἐσόμενον. Ἐπειδὴ γὰρ περὶ πορνείας διελέγετο, πάσῃ δυνάμει ἀπείργων,