1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

8

τούτων κηδεμονίας. Β. Περὶ τοῦ συμπεριφέρεσθαι ἀλλήλοις, καὶ τὴν ἑνότητα ποθεῖν. Τὸ γὰρ ἀπεσχισμένον τάχος ἐπιβουλεύεται. 96.464 Γʹ. Περὶ τῶν ἑαυτοὺς συνιστανόντων· ὅτι μάτην κοπιῶσι. Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθεν ἐκ θείας ψήφου τὸ βέβαιον καὶ καθαρὸν ἔχει. ∆ʹ. Περὶ σαρκικῶν ἀνθρώπων τῶν τοῖς σαρκικοῖς πάθεσι καταδεδουλωμένων. Εʹ. Περὶ συνηθείας πονηρᾶς· καὶ ὅτι δυνατὸν ἀποσυνηθίσαι τῶν κακῶν, ὅτι μὴ ἐκ φύσεως, ἀλλ' ἐκ προαιρέσεως τὸ κακόν. ʹ. Περὶ σκανδάλων· ὅτι χρὴ πάσῃ δυνάμει φυλάττεσθαι, μὴ δοῦναι πρόσκομμα σκανδάλου μηδενί. Τῷ γὰρ αἰτίῳ τὸ κακὸν ἐπιγράφεται. Ζʹ. Περὶ συνεδρίου· ὅτι ἐπικίνδυνον καὶ ἐπιβλαβὲς τὸ συνελθεῖν καὶ ἐπικοινωνῆσαι συνεδρίῳ πονηρῶν καὶ ἐπιβούλων. Ηʹ. Περὶ συνειδήσεως ἀγαθῆς, καὶ εὖ συνειδότων. Θʹ. Περὶ συνειδήσεως πονηρᾶς, καὶ αὐτοκατακρίτων. Ιʹ. Περὶ τῶν τῇ οἰκείᾳ συνειδήσει ἀμαυρουμένων. ΙΑʹ. Περὶ συμβούλου. ΙΒʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον δεχομένων χρὴ δὲ γινώσκειν ποταπὸς ὁ σύμβουλος. ΙΓʹ. Περὶ τῶν συμβουλίαν καὶ ἔλεγχον μὴ δεχομένων. Ι∆ʹ. Περὶ σκληροτραχήλων. ΙΕʹ. Περὶ σχηματαρίων. Ιʹ. Περὶ συμμέτρου καταστάσεως, καὶ τοῦ, μηδὲν ἄγαν. ΙΖʹ. Περὶ συναντημάτων καὶ ἀπροσδοκήτως συμβαινόντων τισίν· ὧν ἡ γνῶσις ἡμῖν μὲν ἴσως ἄγνωστος, Θεῷ δὲ εὔγνωστος. ΙΗʹ. Περὶ συγκαταβάσεως, καὶ συμπαθείας εἰς ἀλλήλους· ὅτι ὑπὲρ θυσίας τῷ φιλανθρώπῳ καὶ ἀνενδεεῖ Θεῷ ἀρεστά. ΙΘʹ. Περὶ σοφῶν καὶ συνετῶν ἀνδρῶν καὶ ὅτι χρὴ αὐτοὺς ἑτοίμους εἶναι εἰς ὠφέλειαν πάντων. Κʹ. Περὶ σωφρονισμοῦ· καὶ ὅτι χρὴ ἡμᾶς διὰ τῶν ἀλλοτρίων κακῶν σωφρονίζεσθαι. ΚΑʹ. Περὶ σπουδῆς· ὅτι ἀνόνητος πᾶσα σπουδὴ μὴ βουλομένου Θεοῦ· καὶ ὅτι ὑπὸ Θεοῦ κατευθύνονται αἱ ὁδοὶ τῶν ἀνθρώπων, αἵ τε πρὸς τὸ ἀγαθὸν, αἵ τε πρὸς ἄμυναν τῶν ἀτακτούντων πολεμίων. ΚΒʹ. Περὶ τοῦ ἁγίου σταυροῦ προφητεῖαι. ΚΓʹ. Περὶ σοφίας κοσμικῆς Ἡσαΐου προφήτου. Κ∆ʹ. Περὶ τῶν συμβαινόντων καὶ ἐμπιπτόντων ἐκ παραλόγου. ΚΕʹ. Περὶ στρατιωτῶν. Κʹ. Περὶ συνδιαγωγῆς χρηστῶν ἀνδρῶν· καὶ ὅτι χρὴ ἀρίστοις ἀνδράσι κολλᾶσθαι καὶ μὴ πονηροῖς· ἐξομοιοῦται γάρ τις ἐκείνοις μεθ' ὧν τὰς διατριβὰς ποιεῖται. ΚΖʹ. Περὶ συνδιαγωγῆς κακῶν ἀνδρῶν· καὶ ὅτι χρὴ φεύγειν τὰς τῶν μοχθηρῶν ἑταιρείας, ὡς ὄλεθρον προξενούσας. ΚΗʹ. Περὶ σοφίας, καὶ παιδείας, καὶ συνέσεως, καὶ φρονήσεως. ΚΘʹ. Περὶ σιωπώντων καὶ βραχυλόγων· καὶ ὅτι μὴ χρὴ ἀποκρίνασθαι, πρὶν ἀκοῦσαι λόγον. Στοιχεῖον Τ. Αʹ. Περὶ ταχυλόγων καὶ πολυλόγων. Βʹ. Περὶ τιμῆς· ὅτι χρὴ τιμητικοὺς εἶναι. Γʹ. Περὶ τάξεως καὶ καταστάσεως. ∆ʹ. Περὶ τελειότητος· καὶ ὅτι οὐδεὶς ἄρτιος, καὶ τελειότατος, καὶ ἀνεπιδεὴς ἐν ἀνθρώποις τὸ σύνολον. Εʹ. Περὶ τυφλῶν. ʹ. Περὶ τεχνιτῶν καὶ τίνες τέχνας ἐφεῦρον. 96.465 Ζʹ. Περὶ ταπεινοφρονούντων, καὶ πτωχῶν τῷ πνεύματι. Ηʹ. Περὶ τοῦ, ὅτι Κύριος ταπεινοῖ καὶ ὑψοῖ. Στοιχεῖον Υ. Αʹ. Περὶ ὑγείας καὶ εὐρωστίας. Βʹ. Περὶ ὑποκρίσεως καὶ ὑποκριτῶν. Γʹ. Περὶ ὑποδειγμάτων καὶ ὑπογραμμῶν θείων καὶ σωτηρίων τοῖς ἐθέλουσι ζῇν εὐσεβῶς. ∆ʹ. Περὶ ὕπνου· ὅτι σκιὰν μὲν θανάτου, σημεῖον δὲ ἐναργέστατον ἀναστάσεως φέρει ἡ πρὸς ὕπνον ἔκστασις, καὶ αὖθις ἔκνηψις. Εʹ. Περὶ ὑπακοῆς καὶ ὑποταγῆς. ʹ. Περὶ ὑβριστῶν. Ζʹ. Περὶ ὑπολήψεως πονηρᾶς. Ηʹ. Περὶ τῶν ὑπισχνουμένων μὲν ἐπικουρεῖν, μὴ πληρούντων δὲ τὰς ἰδίας ὑποσχέσεις. Θʹ. Περὶ τῶν ὑπούλως πρός τινα διακειμένων. Ιʹ. Περὶ ὑδροποτούντων. ΙΑʹ. Περὶ ὕπνου καὶ ἀϋπνίας. ΙΒʹ. Περὶ υἱοῦ σοφοῦ. ΙΓʹ. Περὶ υἱοῦ ἄφρονος, καὶ πονηροῦ, καὶ ἀπαιδεύτου. Ι∆ʹ. Περὶ ὑετοῦ καὶ βροχῆς. ΙΕʹ. Περὶ ὑπονοίας· ὅτι χρὴ φεύγειν τὰς ἀφορμὰς τὰς τικτούσας ὑπονοίας κακάς. Ιʹ. Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. ΙΖʹ. Περὶ ὑπομονῆς καὶ μακροθυμίας. ΙΗʹ. Περὶ ὑπομενόντων, ἀλλ' ὀλιγοψυχούντων. Στοιχεῖον Φ. Αʹ. Περὶ φιλαρχίας. Βʹ. Περὶ φθόνου καὶ ζήλου. Γʹ. Περὶ φαρμάκων. ∆ʹ. Περὶ φονέων. Εʹ. Περὶ φιλαμαρτούντων. ʹ. Περὶ φιλομέμπτων, καὶ φιλεγκλημόνων, καὶ μεμψιμοίρων, καὶ φιλοδικασίμων. Ζʹ. Περὶ φήμης· ὅτι οὐ χρὴ ἐν πάσῃ φήμῃ ταράσσεσθαι. Ηʹ. Περὶ τῶν φυλαττόντων τὴν ἑαυτῶν γλῶσσαν. Θʹ.