1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

27

Ἰησοῦν Χριστὸν δι' ἡμᾶς ἀποθανόντα. Τοῦ αὐτοῦ. -Τέκνα φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας. Ὅπου δὲ ὁ ποιμήν ἐστι, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε. Τοῦ αὐτοῦ. -Μάρτυς μου ἐν ᾧ δέδεμαι, ὅτι ἀπὸ σαρκὸς ἀνθρωπίνης οὐκ ἔγνων· τὸ δὲ πνεῦμα ἐκήρυσσε τάδε· Χωρὶς ἐπισκόπου μηδὲν Ποιεῖτε. Τὴν σάρκα ὑμῶν ὡς ναὸν Θεοῦ τηρεῖτε, τὴν ἕνωσιν ἀγαπᾶτε, τοὺς μερισμοὺς φεύγετε· μιμηταὶ γίνεσθε Ἰησοῦ Χριστοῦ, ὡς αὐτὸς τοῦ Πατρὸς αὐτοῦ. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ ιζʹ βιβλίου τῶν κατὰ Ἰουλιανοῦ. -Χρὴ τῶν προεστηκότα ἀνεπίπληκτον ἐκμελετᾷν καὶ ἀσκεῖσθαι βίον, καὶ μηδὲν ἔχειν ἀνεπιτήδευτον τῶν ἀρεσκόντων Θεῷ. Ἐκ τοῦ αὐτοῦ. -Τοῖς ἡγεῖσθαι λαχοῦσι, καὶ οἷον ἐν μέσῳ κειμένοις, καὶ τῶν ἄλλων ἐπιφανεστέροις, πᾶσά πως ἀνάγκη τῷ τῆς εὐζωΐας καταφαιδρύνεσθαι κάλλει, καὶ ἀπόλεκτον ὡς ἀληθῶς ἐξασκῆσαι βίον, ὥστε καὶ ὑποτύπωσιν αὐτοὺς γενέσθαι τοῖς ὑπὸ χεῖρα κειμένοις, δρῶντας μὲν ἐπιδεικτικῶς ἢ φιλοδόξως οὐδὲν, ὠφελείας δὲ χάριν καὶ ἑτέρος πρόφασιν τὰ καθ' ἑαυτοὺς ποιεῖσθαι σπουδάζοντας. Ἀεὶ γάρ πως τῶν ἐν μέσῳ καὶ ἐπισήμων ὁ βίος ὑπὸ πάντων κρίνεται, καὶ δοκιμάζεται κἂν ἔχοι τὸ ἀνεπίληπτον, οὐκ ἀνόνητόν ἐστι τὸ χρῆμα τοῖς εἰδόσιν αὐτόν. Εἰ δὲ ἀποφέροιτο τοῦ εἰκότος, καὶ διαπίπτοι πρὸς ἃ μὴ θέμις, οὐ πρὸς καλὸν μὲν ἔσται τισὶ, πρὸς ζημίαν δὲ μᾶλλον καὶ βλάβας. Εἰ γὰρ οὐκ οἶδεν ὀρθοποδεῖν καὶ διαβιοῦν ἀστείως ὁ παιδαγωγὸς, ποία ἔσται παρ' αὐτοῦ τοῖς παιδαγωγουμένοις [ὠφέλεια]; Τοῦ ἁγίου Ἀθανασίου, ἐκ τοῦ περὶ ἀνδρείας. - ∆εῖ τὸν λειτουργὸν τῆς ἐκκλησίας πρὸ πάντων ἐκτὸς ὀργῆς εἶναι, καὶ μὴ ἐπιπλήττειν, ἀλλὰ παρακαλεῖν. Τοῦ ἁγίου ∆ιονυσίου Ἀλεξανδρείας. -Πρὸς μὲν τοὺς ἀπειθεῖς καὶ βεβήλους, ἀπὸ τῶν ἔξωθεν καὶ τῶν κοινῶν ἐννοιῶν καὶ λογισμῶν τὰς τῶν λόγων ἐπιχειρήσεις ποιούμεθα· ἡμᾶς δὲ αὐτοὺς καὶ ὁμόφρονας ἐκ τῶν θείων λογίων ἐπιστηρίζειν πειρώμεθα. ∆ιδύμου, ἐκ τοῦ Περὶ ἀσωμάτου. -Ἀνύουσι παρὰ διδασκάλου παιδεύσεις τε καὶ προτροπαὶ πρὸς ὠφέλειαν τῶν ἀκροωμένων, οὐχ ὅταν λόγῳ μόνῳ διδάσκῃ ὁ παιδευτὴς, ἀλλὰ καὶ πράξει καταλλήλῳ καὶ συναφεῖ τοῖς ἐπαγγελλομένοις. Πάλιν δεῖ τὸν γνήσιον διδάσκαλον βίον κατάλληλον ἔχειν τοῖς ὑπ' αὐτοῦ νομοθετουμένοις, ἵνα ᾖ τὸ ἔργον αὐτοῦ συνηρμοσμένον τῷ λόγῳ. 96.525 Ἐκ τοῦ εἰς τὸν Ἡσαΐαν ιβʹ κεφαλαίου. - «Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ.» Εὐαγγελίζονται δὲ δυνάμει πολλῇ, οἱ μὴ συλλαβὰς μόνας προσφέροντες, ἀλλὰ καὶ τὴν δύναμιν αὐτῶν ἐπιδεικνυόμενοι πρακτικῷ καὶ θεωρητικῷ βίῳ. Τοῦ ἁγίου Ἰουστίνου τοῦ φιλοσόφου καὶ μάρτυρος, ἐκ τοῦ πρὸς Ἕλληνας παραινετικοῦ. - Ἀδύνατον τὰ ὄντως μεγάλα καὶ θεῖα τοὺς μὴ πρότερον παρὰ τῶν εἰδότων μεμαθηκότας, ἢ αὐτοὺς εἰδέναι, ἢ ἑτέρους δύνασθαι διδάσκειν ὀρθῶς. ΣΤΟΙΧΕΙΟΝ Ζ. ΤΙΤΛ. Αʹ. -Περὶ τοῦ ζητεῖν τὸν Θεόν. Θεοτίμου ἐπισκόπου Σκυθοπόλεως, ἐκ τοῦ Ἐὰν προσφέρῃς τὸ δῶρόν σου. -Παρὰ Θεὸν οὐδὲν ἐπίστασθαι δεῖ. Τοῦ αὐτοῦ. -∆εόντως οὕτω τις πρόσεισι τῷ Θεῷ, εἰ τὸ πᾶν αὐτῷ νέμει, παρ' οὗπερ ἔχει τὸ πᾶν λαβὼν, καὶ αὐτὰς τὰς φροντίδας, καὶ ὑπὲρ ὧν αὐταὶ τυγχάνουσιν. Τοῦ αὐτοῦ [ἁγίου Κυρίλλου] ἐκ τοῦ Εἰς παρθενίαν. -∆εῖ ἐξ ὅλης καρδίας ἐπιζητεῖν τὸν Θεόν· τὸ δὲ ἐπιζητεῖν ἐστι τὸ αὐτῷ λατρεύειν, καὶ τὰ αὐτῷ δοκοῦντα κατορθοῦν ἐπιζητεῖσθαι. Τοῖς οὕτω ζητοῦσι τὸν Θεὸν πολλοὶ γίνονται τῆς εὐσεβείας καρποὶ, καὶ τὸ ἐκ τοῦ ἁγίου Πνεύματος ἀνατέλλει φῶς. ΣΤΟΙΧΕΙΟΝ Η. ΤΙΤΛ. ∆ʹ. -Περὶ ἡμέρας ἐσχάτης, καὶ τοῦ Ἀντιχρίστου. Τοῦ ἁγίου Εἰρηναίου, εἰς τὸ θηρίον τὸ ἐρχόμενον. - ̓Ανακεφαλαίωσις γίνεται πάσης ἀδικίας, κ. τ. ἑ. Ἱππολύτου ἐπισκόπου Ῥώμης περὶ Χριστοῦ, καὶ τοῦ Ἀντιχρίστου. -Ἀλλὰ τούτων ἐν προοιμίᾳ εἰς δόξαν Θεοῦ εἰρημένων, κ. τ. ἑ. πομπεύειν τῷ ∆ιονύσῳ. ΣΤΟΙΧΕΙΟΝ Θ. ΤΙΤΛ. Ζʹ. -Περὶ θείων λογίων. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. -Σφόδρα ὀλίγων τυγχάνει τῶν πάντα τὸν ἑαυτῶν βίον ἀνατεθεικότων τῇ περὶ τὰς θείας Γραφὰς ἐξετάσει, τὸ δύνασθαι λογικώτερον παρακολουθεῖν τοῖς περιεχομένοις δόγμασι, καὶ τῇ βαθυτέρᾳ τῶν Γραφῶν διανοίᾳ. ΤΙΤΛ. Ηʹ. -Περὶ θείων καὶ κατὰ Χριστὸν μυστηρίων. Εἰρηναίου, ἐκ