1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

16

Ὅθεν θανάτῳ διαλυομένου τοῦ ζώου, εἴτε τὴν κόνιν, εἴτε τι θεασώμεθα τῶν ὀστῶν, ἢ καὶ περὶ ψυχῆς λαλῆσαί τι βουληθῶμεν, ἀνθρώπου ταῦτα καλοῦμεν, οὐκ ἄνθρωπον· ὡς τούτου οὐδὲ σχήματος ἀνθρώπου λεγομένου. Οὐκοῦν πάλιν τῆς ἀναστάσεως ἀξιούμενος ἄνθρωπος, [ὁ] αὐτὸς πάλιν ἐγείρεται τῷ τεθνηκότι, περί τε φθορὰν καὶ πάθη διάφορα, ψυχικά τε καὶ σωματικὰ ἀλλοίως ἔχων, οὐ περὶ αὐτὸ οὗπερ εἶναι, καὶ λέγεται ἄνθρωπος, ὅπερ ἐστὶ τὸ τοιόνδε σχῆμα ἢ εἶδος. Εἰ γὰρ μετὰ τῶν παθῶν, καὶ αὐτὸ ἀπαλλάξει τὸ σχῆμα, οὐκέτι ἄνθρωπος ὁ ἐκ νεκρῶν ἐγερθεὶς, ἀλλ' ἕτερόν τι, ἀνθρώπου τοῦ τοιοῦδε καὶ μόνου σχήματος ὀνομαζομένου. Ὅθεν ἡ θεία Γραφὴ, κἂν θεία τις δύναμις ἐφανερώθη τισὶν ἐν τῷ τῶν ἀνθρώπων σχήματι, ἄνθρωπον ὀνομάζει, ὅτι ἁπλῶς τοῦτο τὸ ὁρώμενον σημαίνει, εἰ μή τι δ' ἂν, ἢ ἐκ τῆς πράξεως, ἢ ἐκ τοῦ ἀποτελέσματος ἄλλο τι καλέσαι, διὰ τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὰ γινόμενα. Οἷον λέγει· Ὤφθη ὁ Θεὸς τῷ Ἀβραάμ· εἶτα τὸν τρόπον τῆς ὀπτασίας ἐξηγούμενος, Καὶ ἀναβλέψας, φησὶν, εἶδε τοῖς ὀφθαλμοῖς, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ, οὐκ ἄνδρας ὄντας τὴν φύσιν, ἀλλ' ἐκ τοῦ σχήματος ἄνδρας καλέσας. Οὕτω πάλιν τὸν παλαίοντα τῷ Ἰακὼβ, ἐκ τοῦ σχήματος ἄνθρωπον ἐκάλεσεν, ὡς πᾶν τὸ τοιόνδε σχῆμα, κἂν μὴ τὴν φύσιν ἐστὶν ἄνθρωπος, ἄνθρωπον ὀνομάζομεν διὰ τὸν τοιόνδε σχῆμα. Τὸ οὖν μὴ τοιοῦτον σχῆμα, οὐκ ἄνθρωπος δηλονότι, ἀλλ' ἕτερόν τι. Τοῦ οὖν Κυρίου καὶ μετὰ τὴν ἀνάστασιν ἐν τῷ τοιούτῳ φανέντος σχήματι, καὶ ἀνθρώπων ἀνάστασιν, καὶ αὐτοῦ εὐαγγελισαμένου, καὶ τῶν ἀποστόλων κηρυξάντων, καὶ τῆς ὑπ' οὐρανὸν Ἐκκλησίας ἐπὶ τῇ τοιαύτῃ ἐλπίδι τὴν ἀνάστασιν ἀπεκδεχομένης, τίς ἡ καινὴ καὶ παράδοξος τερατολογία τῶν τεχνικαῖς ἀποδείξεσιν ἐπιχειρούντων τὸ ἁπλοῦν καὶ 96.492 ἄδολον τῆς Ἐκκλησίας ἐπιθολοῦν κήρυγμα, καὶ ἀθετεῖν τὴν τοῦ ἀνθρώπου ἀνάστασιν; Ἡμεῖς γὰρ οὐκ ἄλλο τι καλέσομεν ἄνθρωπον, μὴ τοιόνδε σχῆμα τυγχάνον. Ἀλλὰ πάλιν ἡμῖν ἐκ τῆς ἔξωθεν περιλαλοῦντες σοφίας, τεχνικαῖς ἐπιχειροῦσι μεθόδοις τὸν ἐκκλησιαστικὸν παραλογίσασθαι λόγον, καὶ ἐκ τῆς γραμματικῆς παρ' αὐτοῖς ὀνομαζομένης, ἢ γεωμετρικῆς, ἢ ἑτέρας ποθέν. Οὐ γὰρ ἡμῖν σχολὴ τὰ τοιαῦτα ἐπιχειροῦσι. Καὶ φασίν, Ἐν τοῖς σχήμασι τὸ τοιόνδε σχῆμα τοῦ τοιοῦδε εὐπρεπέστερον, καὶ πάλιν ἐκεῖνο τούτου κάλλιον· καὶ φανεροῦσιν ἡμῖν, καὶ συγκρίνουσι διαφορὰς παντοίας σχημάτων, ἕως οὗ συναγαγόντες ἐκ πάντων ἀποδείξωσι δῆθεν, ὅτι τὸ σφαιροειδὲς πάντων τῶν σχημάτων κάλλιόν τε, καὶ εὐθετώτερόν ἐστι· καὶ λοιπὸν, τούτων οὕτως παρ' αὐτοῖς ἀποδεικνυμένων, ἀνάγκην ἐπάγουσι τῷ ∆ημιουργῷ, εἰ τάχα τὰ ἐκείνου βάθη, καὶ τὰς βουλὰς λογισμοῖς καταλαβόντες ἰδίοις ἀποφαίνονται, ὅτι πάντως πρέπον, καὶ ἀναγκαῖον, καὶ ὀφειλόμενον, ἐν τῷ τοιούτῳ σχήματι ἀναστῆναι, ἐν ᾧ παρ' αὐτῶν ἐδοκιμάσθη κάλλιον εἶναι· τοσοῦτον προσοχθίσαντες τῷ τοῦ ἀνθρώπου σχήματι, ὡς οὐδὲ αὐτὸν τὸν ὀλίγον καιρὸν, ἕως οὗ φθάσωσι πᾶσαν ἀποβαλεῖν, καὶ ἀποδιαπομπήσασθαι σωματικὴν φύσιν, καὶ γενέσθαι καθαροὶ νόες, ἀνεχόμενοι, παρὰ τὸ φανὲν αὐτοῖς εὔμορφον σχῆμα λαβεῖν. Ἀλλ' ἐπειδήπερ οὐ πάντα πᾶσιν ὁμοίως ἀρέσκει τὰ σχήματα, οὔτε τέρπεται τοῖς πᾶσιν, ὥσπερ οὔτε γεύσει, οὔτε ἀκοῇ, οὔτε ὀσφρήσει, ἀλλὰ ἄλλος ἄλλως ἀρέσκεται, ὁμοίως δὲ, καὶ ἐν τοῖς σχήμασιν ἄλλος ἄλλως θεραπεύεται, τί γενήσεται, ἡμῶν τε, καὶ τῶν καθ' ἡμᾶς ἀρεσκομένων πλέον τοῦ σφαιροειδοῦς τῷ νυνὶ ἡμῶν σχήματι, ὑμῶν δὲ μᾶλλον ἀρεσκομένων, καὶ προτιμώντων τὸ σφαιροειδὲς, τοῦ παρὰ τοῦ ∆ημιουργοῦ κατ' ἀρχὰς δοκιμασθέντος δοθῆναι ἡμῖν σχήματος; Τί οὖν ἄρα ποιήσει καθ' ὑμᾶς ὁ τῶν ὅλων ∆εσπότης; ὀργισθεὶς τῇ διαφωνίᾳ ἀνελεῖ τὴν ἀνάστασιν; ἀλλὰ τοῦτο ἀδύνατον. Προειδὼς γὰρ ταῦτα, οὐκ ἐπέσχε τὴν χάριν, ἀλλ' ἐδωρήσατο πάντα διὰ τοῦ Κυρίου καὶ ∆εσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ παρασχεθέντα ἡμῖν. Ἀλλ' ἑκάστῳ παράσχῃ τὸ ἀρέσκον αὐτῷ καὶ πληροφοροῦν σχῆμα; Ἀλλ' ἀπρεπὲς ἐν τῇ ζωῇ ταύτῃ ἐν ἑνὶ σχήματι γενομένους, ἐν τῇ μελλούσῃ ζωῇ ἄλλον ἄλλο σχῆμα λαβεῖν. Εἰ γὰρ καὶ τῆς δόξης, καὶ τῶν